ἀδμήτην μʼ ἀγαγὼν καὶ ἀπειρήτην φιλότητος πατρί τε σῷ δεῖξον καὶ μητέρι κέδνʼ εἰδυίῃ σοῖς τε κασιγνήτοις, οἵ τοι ὁμόθεν γεγάασιν. οὔ σφιν ἀεικελίη νυὸς ἔσσομαι, ἀλλʼ εἰκυῖα. πέμψαι δʼ ἄγγελον ὦκα μετὰ Φρύγας αἰολοπώλους εἰπεῖν πατρί τʼ ἐμῷ καὶ μητέρι κηδομένῃ περ· οἳ δέ κε τοι χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντὴν πέμψουσιν· σὺ δὲ πολλὰ καὶ ἀγλαὰ δέχθαι ἄποινα. ταῦτα δὲ ποιήσας δαίνυ γάμον ἱμερόεντα, τίμιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν. ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ. Ἀγχίσην δʼ ἔρος εἷλεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· εἰ μὲν θνητή τʼ ἐσσι, γυνὴ δέ σε γείνατο μήτηρ, Ὀτρεὺς δʼ ἐστὶ πατὴρ ὀνομακλυτός, ὡς ἀγορεύεις, ἀθανάτου δὲ ἕκητι διακτόρου ἐνθάδʼ ἱκάνεις Ἑρμέω, ἐμὴ δʼ ἄλοχος κεκλήσεαι ἤματα πάντα· οὔ τις ἔπειτα θεῶν οὔτε θνητῶν ἀνθρώπων ἐνθάδε με σχήσει, πρὶν σῇ φιλότητι μιγῆναι αὐτίκα νῦν· οὐδʼ εἴ κεν ἑκηβόλος αὐτὸς Ἀπόλλων τόξου ἀπʼ ἀργυρέου προΐῃ βέλεα στονόεντα. βουλοίμην κεν ἔπειτα, γύναι ἐικυῖα θεῇσι, σῆς εὐνῆς ἐπιβὰς δῦναι δόμον Ἄιδος εἴσω. ὣς εἰπὼν λάβε χεῖρα· φιλομμειδὴς δʼ Ἀφροδίτη