<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2"><l n="121">ἔνθεν μʼ ἥρπαξε χρυσόρραπις Ἀργειφόντης· </l><l n="122">πολλὰ δʼ ἔπʼ ἤγαγεν ἔργα καταθνητῶν ἀνθρώπων, </l><l n="123">πολλὴν δʼ ἄκληρόν τε καὶ ἄκτιτον, ἣν διὰ θῆρες </l><l n="124">ὠμοφάγοι φοιτῶσι κατὰ σκιόεντας ἐναύλους· </l><l n="125">οὐδὲ ποσὶ ψαύσειν ἐδόκουν φυσιζόου αἴης· </l><l n="126">Ἀγχίσεω δέ με φάσκε παραὶ λέχεσιν καλέεσθαι </l><l n="127">κουριδίην ἄλοχον, σοὶ δʼ ἀγλαὰ τέκνα τεκεῖσθαι. </l><l n="128">αὐτὰρ ἐπεὶ δὴ δεῖξε καὶ ἔφρασεν, ἦ τοι ὅ γʼ αὖτις </l><l n="129">ἀθανάτων μετὰ φῦλʼ ἀπέβη κρατὺς Ἀργειφόντης· </l><l n="130">αὐτὰρ ἐγώ σʼ ἱκόμην, κρατερὴ δέ μοι ἔπλετʼ ἀνάγκη. </l><l n="131">ἀλλά σε πρὸς Ζηνὸς γουνάζομαι ἠδὲ τοκήων </l><l n="132">ἐσθλῶν· οὐ μὲν γάρ κε κακοὶ τοιόνδε τέκοιεν· </l><l n="133">ἀδμήτην μʼ ἀγαγὼν καὶ ἀπειρήτην φιλότητος </l><l n="134">πατρί τε σῷ δεῖξον καὶ μητέρι κέδνʼ εἰδυίῃ </l><l n="135">σοῖς τε κασιγνήτοις, οἵ τοι ὁμόθεν γεγάασιν. </l><l n="136">οὔ σφιν ἀεικελίη νυὸς ἔσσομαι, ἀλλʼ εἰκυῖα. </l><l n="137">πέμψαι δʼ ἄγγελον ὦκα μετὰ Φρύγας αἰολοπώλους </l><l n="138">εἰπεῖν πατρί τʼ ἐμῷ καὶ μητέρι κηδομένῃ περ· </l><l n="139">οἳ δέ κε τοι χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντὴν </l><l n="140">πέμψουσιν· σὺ δὲ πολλὰ καὶ ἀγλαὰ δέχθαι ἄποινα. </l><l n="141">ταῦτα δὲ ποιήσας δαίνυ γάμον ἱμερόεντα, </l><l n="142">τίμιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν.<!-- <milestone type="endquote"/> --></l><l n="143"><milestone unit="Para" ed="P"/>ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ. </l><l n="144">Ἀγχίσην δʼ ἔρος εἷλεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· <milestone unit="card" n="145" ed="P"/>
      </l><l n="145"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/> -->εἰ μὲν θνητή τʼ ἐσσι, γυνὴ δέ σε γείνατο μήτηρ, </l><l n="146">Ὀτρεὺς δʼ ἐστὶ πατὴρ ὀνομακλυτός, ὡς ἀγορεύεις, </l><l n="147">ἀθανάτου δὲ ἕκητι διακτόρου ἐνθάδʼ ἱκάνεις </l><l n="148">Ἑρμέω, ἐμὴ δʼ ἄλοχος κεκλήσεαι ἤματα πάντα· </l><l n="149">οὔ τις ἔπειτα θεῶν οὔτε θνητῶν ἀνθρώπων </l><l n="150">ἐνθάδε με σχήσει, πρὶν σῇ φιλότητι μιγῆναι </l></div></body></text></TEI>