<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2"><l n="110">ἀλλὰ καταθνητή τε, γυνὴ δέ με γείνατο μήτηρ. </l><l n="111">Ὀτρεὺς δʼ ἐστὶ πατὴρ ὀνομακλυτός, εἴ που ἀκούεις, </l><l n="112">ὃς πάσης Φρυγίης εὐτειχήτοιο ἀνάσσει. </l><l n="113">γλῶσσαν δʼ ὑμετέρην τε καὶ ἡμετέρην σάφα οἶδα. </l><l n="114">Τρῳὰς γὰρ μεγάρῳ με τροφὸς τρέφεν· ἣ δὲ διαπρὸ </l><l n="115">σμικρὴν παῖδʼ ἀτίταλλε, φίλης παρὰ μητρὸς ἑλοῦσα. </l><l n="116">ὣς δή τοι γλῶσσάν γε καὶ ὑμετέρην εὖ οἶδα. </l><l n="117">νῦν δέ μʼ ἀνήρπαξε χρυσόρραπις Ἀργειφόντης </l><l n="118">ἐκ χοροῦ Ἀρτέμιδος χρυσηλακάτου, κελαδεινῆς. </l><l n="119">πολλαὶ δὲ νύμφαι καὶ παρθένοι ἀλφεσίβοιαι </l><l n="120">παίζομεν, ἀμφὶ δʼ ὅμιλος ἀπείριτος ἐστεφάνωτο. </l><l n="121">ἔνθεν μʼ ἥρπαξε χρυσόρραπις Ἀργειφόντης· </l><l n="122">πολλὰ δʼ ἔπʼ ἤγαγεν ἔργα καταθνητῶν ἀνθρώπων, </l><l n="123">πολλὴν δʼ ἄκληρόν τε καὶ ἄκτιτον, ἣν διὰ θῆρες </l><l n="124">ὠμοφάγοι φοιτῶσι κατὰ σκιόεντας ἐναύλους· </l><l n="125">οὐδὲ ποσὶ ψαύσειν ἐδόκουν φυσιζόου αἴης· </l><l n="126">Ἀγχίσεω δέ με φάσκε παραὶ λέχεσιν καλέεσθαι </l><l n="127">κουριδίην ἄλοχον, σοὶ δʼ ἀγλαὰ τέκνα τεκεῖσθαι. </l><l n="128">αὐτὰρ ἐπεὶ δὴ δεῖξε καὶ ἔφρασεν, ἦ τοι ὅ γʼ αὖτις </l><l n="129">ἀθανάτων μετὰ φῦλʼ ἀπέβη κρατὺς Ἀργειφόντης· </l><l n="130">αὐτὰρ ἐγώ σʼ ἱκόμην, κρατερὴ δέ μοι ἔπλετʼ ἀνάγκη. </l><l n="131">ἀλλά σε πρὸς Ζηνὸς γουνάζομαι ἠδὲ τοκήων </l><l n="132">ἐσθλῶν· οὐ μὲν γάρ κε κακοὶ τοιόνδε τέκοιεν· </l></div></body></text></TEI>