ἀλλὰ καταθνητή τε, γυνὴ δέ με γείνατο μήτηρ. Ὀτρεὺς δʼ ἐστὶ πατὴρ ὀνομακλυτός, εἴ που ἀκούεις, ὃς πάσης Φρυγίης εὐτειχήτοιο ἀνάσσει. γλῶσσαν δʼ ὑμετέρην τε καὶ ἡμετέρην σάφα οἶδα. Τρῳὰς γὰρ μεγάρῳ με τροφὸς τρέφεν· ἣ δὲ διαπρὸ σμικρὴν παῖδʼ ἀτίταλλε, φίλης παρὰ μητρὸς ἑλοῦσα. ὣς δή τοι γλῶσσάν γε καὶ ὑμετέρην εὖ οἶδα. νῦν δέ μʼ ἀνήρπαξε χρυσόρραπις Ἀργειφόντης ἐκ χοροῦ Ἀρτέμιδος χρυσηλακάτου, κελαδεινῆς. πολλαὶ δὲ νύμφαι καὶ παρθένοι ἀλφεσίβοιαι παίζομεν, ἀμφὶ δʼ ὅμιλος ἀπείριτος ἐστεφάνωτο. ἔνθεν μʼ ἥρπαξε χρυσόρραπις Ἀργειφόντης· πολλὰ δʼ ἔπʼ ἤγαγεν ἔργα καταθνητῶν ἀνθρώπων, πολλὴν δʼ ἄκληρόν τε καὶ ἄκτιτον, ἣν διὰ θῆρες ὠμοφάγοι φοιτῶσι κατὰ σκιόεντας ἐναύλους· οὐδὲ ποσὶ ψαύσειν ἐδόκουν φυσιζόου αἴης· Ἀγχίσεω δέ με φάσκε παραὶ λέχεσιν καλέεσθαι κουριδίην ἄλοχον, σοὶ δʼ ἀγλαὰ τέκνα τεκεῖσθαι. αὐτὰρ ἐπεὶ δὴ δεῖξε καὶ ἔφρασεν, ἦ τοι ὅ γʼ αὖτις ἀθανάτων μετὰ φῦλʼ ἀπέβη κρατὺς Ἀργειφόντης· αὐτὰρ ἐγώ σʼ ἱκόμην, κρατερὴ δέ μοι ἔπλετʼ ἀνάγκη. ἀλλά σε πρὸς Ζηνὸς γουνάζομαι ἠδὲ τοκήων ἐσθλῶν· οὐ μὲν γάρ κε κακοὶ τοιόνδε τέκοιεν·