<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2"><l n="1"><milestone unit="Para" ed="P"/>μοῦσά μοι ἔννεπε ἔργα πολυχρύσου Ἀφροδίτης, </l><l n="2">Κύπριδος, ἥτε θεοῖσιν ἐπὶ γλυκὺν ἵμερον ὦρσε </l><l n="3">καί τʼ ἐδαμάσσατο φῦλα καταθνητῶν ἀνθρώπων </l><l n="4">οἰωνούς τε διιπετέας καὶ θηρία πάντα, </l><l n="5"> ἠμὲν ὅσʼ ἤπειρος πολλὰ τρέφει ἠδʼ ὅσα πόντος· </l><l n="6">πᾶσιν δʼ ἔργα μέμηλεν ἐυστεφάνου Κυθερείης. </l><l n="7"><milestone unit="Para" ed="P"/>τρισσὰς δʼ οὐ δύναται πεπιθεῖν φρένας οὐδʼ ἀπατῆσαι· </l><l n="8">κούρην τʼ αἰγιόχοιο Διός, γλαυκῶπιν Ἀθήνην· </l><l n="9">οὐ γὰρ οἱ εὔαδεν ἔργα πολυχρύσου Ἀφροδίτης, </l><l n="10">ἀλλʼ ἄρα οἱ πόλεμοί τε ἅδον καὶ ἔργον Ἄρηος </l><l n="11">ὑσμῖναί τε μάχαι τε καὶ ἀγλαὰ ἔργʼ ἀλεγύνειν. </l><l n="12">πρώτη τέκτονας ἄνδρας ἐπιχθονίους ἐδίδαξε </l><l n="13">ποιῆσαι σατίνας τε καὶ ἅρματα ποικίλα χαλκῷ. </l><l n="14">ἣ δέ τε παρθενικὰς ἁπαλόχροας ἐν μεγάροισιν </l><l n="15">ἀγλαὰ ἔργʼ ἐδίδαξεν ἐπὶ φρεσὶ θεῖσα ἑκάστῃ. </l><l n="16">οὐδέ ποτʼ Ἀρτέμιδα χρυσηλάκατον, κελαδεινὴν </l><l n="17">δάμναται ἐν φιλότητι φιλομμειδὴς Ἀφροδίτη. </l><l n="18">καὶ γὰρ τῇ ἅδε τόξα καὶ οὔρεσι θῆρας ἐναίρειν, </l><l n="19">φόρμιγγές τε χοροί τε διαπρύσιοί τʼ ὀλολυγαὶ </l><l n="20">ἄλσεά τε σκιόεντα δικαίων τε πτόλις ἀνδρῶν. </l><l n="21">οὐδὲ μὲν αἰδοίῃ κούρῃ ἅδε ἔργʼ Ἀφροδίτης, </l><l n="22">Ἱστίῃ, ἣν πρώτην τέκετο Κρόνος ἀγκυλομήτης, </l><l n="23">αὖτις δʼ ὁπλοτάτην, βουλῇ Διὸς αἰγιόχοιο, </l><l n="24">πότνιαν, ἣν ἐμνῶντο Ποσειδάων καὶ Ἀπόλλων· </l><l n="25">ἣ δὲ μαλʼ οὐκ ἔθελεν, ἀλλὰ στερεῶς ἀπέειπεν· </l><l n="26">ὤμοσε δὲ μέγαν ὅρκον, ὃ δὴ τετελεσμένος ἐστίν, </l><l n="27">ἁψαμένη κεφαλῆς πατρὸς Διὸς αἰγιόχοιο, </l><l n="28">παρθένος ἔσσεσθαι πάντʼ ἤματα, δῖα θεάων. </l><l n="29">τῇ δὲ πατὴρ Ζεὺς δῶκε καλὸν γέρας ἀντὶ γάμοιο </l><l n="30">καὶ τε μέσῳ οἴκῳ κατʼ ἄρʼ ἕζετο πῖαρ ἑλοῦσα. </l></div></body></text></TEI>