<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="91">ἦ πολυοινήσεις, εὖτʼ ἂν τάδε πάντα φέρῃσι, </l><l n="91a">[<supplied reason="lost" source="Translator">εἴ κε πίθῃ, μάλα περ μεμνημένος ἐν φρεσὶ σῇσι</supplied>] </l><l n="92">καί τε ἰδὼν μὴ ἰδὼν εἶναι καὶ κωφὸς ἀκούσας, </l><l n="93">καὶ σιγᾶν ὅτε μή τι καταβλάπτῃ τὸ σὸν αὐτοῦ.<!-- <milestone type="endquote"/> --></l><milestone unit="card" n="94" ed="P"/><l n="94"><milestone unit="Para" ed="P"/>τόσσον φὰς συνέσευε βοῶν ἴφθιμα κάρηνα. </l><l n="95">πολλὰ δʼ ὄρη σκιόεντα καὶ αὐλῶνας κελαδεινοὺς </l><l n="96">καὶ πεδίʼ ἀνθεμόεντα διήλασε κύδιμος Ἑρμῆς. </l><l n="97">ὀρφναίη δʼ ἐπίκουρος ἐπαύετο δαιμονίη νύξ, </l><l n="98">ἡ πλείων, τάχα δʼ ὄρθρος ἐγίγνετο δημιοεργός· </l><l n="99">ἣ δὲ νέον σκοπιὴν προσεβήσατο δῖα Σελήνη, </l><l n="100">Πάλλαντος θυγάτηρ Μεγαμηδείδαο ἄνακτος. </l><l n="101">τῆμος ἐπʼ Ἀλφειὸν ποταμὸν Διὸς ἄλκιμος υἱὸς </l><l n="102">Φοίβου Ἀπόλλωνος βοῦς ἤλασεν εὐρυμετώπους. </l><l n="103">ἀκμῆτες δʼ ἵκανον ἐπʼ αὔλιον ὑψιμέλαθρον </l><l n="104">καὶ ληνοὺς προπάροιθεν ἀριπρεπέος λειμῶνος. </l><l n="105">ἔνθʼ ἐπεὶ εὖ βοτάνης ἐπεφόρβει βοῦς ἐριμύκους </l><l n="106">καὶ τὰς μὲν συνέλασσεν ἐς αὔλιον ἀθρόας οὔσας, </l><l n="107">λωτὸν ἐρεπτομένας ἠδʼ ἑρσήεντα κύπειρον· </l><l n="108">σὺν δʼ ἐφόρει ξύλα πολλά, πυρὸς δʼ ἐπεμαίετο τέχνην. </l><l n="109">δάφνης ἀγλαὸν ὄζον ἑλὼν ἀπέλεψε σιδήρῳ </l><l n="110"><gap reason="lost"/>ἄρμενον ἐν παλάμῃ· ἄμπνυτο δὲ θερμὸς ἀυτμή· </l><l n="111">Ἑρμῆς τοι πρώτιστα πυρήια πῦρ τʼ ἀνέδωκε. </l><l n="112">πολλὰ δὲ κάγκανα κᾶλα κατουδαίῳ ἐνὶ βόθρῳ </l><l n="113">οὖλα λαβὼν ἐπέθηκεν ἐπηετανά· λάμπετο δὲ φλὸξ </l><l n="114">τηλόσε φῦσαν ἱεῖσα πυρὸς μέγα δαιομένοιο. </l><l n="115"><milestone unit="Para" ed="P"/>ὄφρα δὲ πῦρ ἀνέκαιε βίη κλυτοῦ Ἡφαίστοιο, </l><l n="116">τόφρα δʼ ὑποβρύχους ἕλικας βοῦς εἷλκε θύραζε </l><l n="117">δοιὰς ἄγχι πυρός· δύναμις δέ οἱ ἕσπετο πολλή. </l><l n="118">ἀμφοτέρας δʼ ἐπὶ νῶτα χαμαὶ βάλε φυσιοώσας· </l><l n="119">ἀγκλίνων δʼ ἐκύλινδε διʼ αἰῶνας τετορήσας. </l></div></body></text></TEI>