ἦ πολυοινήσεις, εὖτʼ ἂν τάδε πάντα φέρῃσι, [ εἴ κε πίθῃ, μάλα περ μεμνημένος ἐν φρεσὶ σῇσι ] καί τε ἰδὼν μὴ ἰδὼν εἶναι καὶ κωφὸς ἀκούσας, καὶ σιγᾶν ὅτε μή τι καταβλάπτῃ τὸ σὸν αὐτοῦ. τόσσον φὰς συνέσευε βοῶν ἴφθιμα κάρηνα. πολλὰ δʼ ὄρη σκιόεντα καὶ αὐλῶνας κελαδεινοὺς καὶ πεδίʼ ἀνθεμόεντα διήλασε κύδιμος Ἑρμῆς. ὀρφναίη δʼ ἐπίκουρος ἐπαύετο δαιμονίη νύξ, ἡ πλείων, τάχα δʼ ὄρθρος ἐγίγνετο δημιοεργός· ἣ δὲ νέον σκοπιὴν προσεβήσατο δῖα Σελήνη, Πάλλαντος θυγάτηρ Μεγαμηδείδαο ἄνακτος. τῆμος ἐπʼ Ἀλφειὸν ποταμὸν Διὸς ἄλκιμος υἱὸς Φοίβου Ἀπόλλωνος βοῦς ἤλασεν εὐρυμετώπους. ἀκμῆτες δʼ ἵκανον ἐπʼ αὔλιον ὑψιμέλαθρον καὶ ληνοὺς προπάροιθεν ἀριπρεπέος λειμῶνος. ἔνθʼ ἐπεὶ εὖ βοτάνης ἐπεφόρβει βοῦς ἐριμύκους καὶ τὰς μὲν συνέλασσεν ἐς αὔλιον ἀθρόας οὔσας, λωτὸν ἐρεπτομένας ἠδʼ ἑρσήεντα κύπειρον· σὺν δʼ ἐφόρει ξύλα πολλά, πυρὸς δʼ ἐπεμαίετο τέχνην. δάφνης ἀγλαὸν ὄζον ἑλὼν ἀπέλεψε σιδήρῳ ἄρμενον ἐν παλάμῃ· ἄμπνυτο δὲ θερμὸς ἀυτμή· Ἑρμῆς τοι πρώτιστα πυρήια πῦρ τʼ ἀνέδωκε. πολλὰ δὲ κάγκανα κᾶλα κατουδαίῳ ἐνὶ βόθρῳ οὖλα λαβὼν ἐπέθηκεν ἐπηετανά· λάμπετο δὲ φλὸξ τηλόσε φῦσαν ἱεῖσα πυρὸς μέγα δαιομένοιο. ὄφρα δὲ πῦρ ἀνέκαιε βίη κλυτοῦ Ἡφαίστοιο, τόφρα δʼ ὑποβρύχους ἕλικας βοῦς εἷλκε θύραζε δοιὰς ἄγχι πυρός· δύναμις δέ οἱ ἕσπετο πολλή. ἀμφοτέρας δʼ ἐπὶ νῶτα χαμαὶ βάλε φυσιοώσας· ἀγκλίνων δʼ ἐκύλινδε διʼ αἰῶνας τετορήσας.