ἦ πολυοινήσεις, εὖτʼ ἂν τάδε πάντα φέρῃσι, [ εἴ κε πίθῃ, μάλα περ μεμνημένος ἐν φρεσὶ σῇσι ] καί τε ἰδὼν μὴ ἰδὼν εἶναι καὶ κωφὸς ἀκούσας, καὶ σιγᾶν ὅτε μή τι καταβλάπτῃ τὸ σὸν αὐτοῦ. τόσσον φὰς συνέσευε βοῶν ἴφθιμα κάρηνα. πολλὰ δʼ ὄρη σκιόεντα καὶ αὐλῶνας κελαδεινοὺς καὶ πεδίʼ ἀνθεμόεντα διήλασε κύδιμος Ἑρμῆς. ὀρφναίη δʼ ἐπίκουρος ἐπαύετο δαιμονίη νύξ, ἡ πλείων, τάχα δʼ ὄρθρος ἐγίγνετο δημιοεργός· ἣ δὲ νέον σκοπιὴν προσεβήσατο δῖα Σελήνη, Πάλλαντος θυγάτηρ Μεγαμηδείδαο ἄνακτος. τῆμος ἐπʼ Ἀλφειὸν ποταμὸν Διὸς ἄλκιμος υἱὸς Φοίβου Ἀπόλλωνος βοῦς ἤλασεν εὐρυμετώπους. ἀκμῆτες δʼ ἵκανον ἐπʼ αὔλιον ὑψιμέλαθρον καὶ ληνοὺς προπάροιθεν ἀριπρεπέος λειμῶνος. ἔνθʼ ἐπεὶ εὖ βοτάνης ἐπεφόρβει βοῦς ἐριμύκους