συμμίσγων μυρίκας καὶ μυρσινοειδέας ὄζους. τῶν τότε συνδήσας νεοθηλέος ἄγκαλον ὕλης ἀβλαβέως ὑπὸ ποσσὶν ἐδήσατο σάνδαλα κοῦφα αὐτοῖσιν πετάλοισι τὰ κύδιμος Ἀργειφόντης ἔσπασε Πιερίηθεν ὁδοιπορίην ἀλεγύνων, οἷά τʼ ἐπειγόμενος δολιχὴν ὁδόν, αὐτοτροπήσας.† τὸν δὲ γέρων ἐνόησε δέμων ἀνθοῦσαν ἀλωὴν ἱέμενον πεδίονδε διʼ Ὀγχηστὸν λεχεποίην τὸν πρότερος προσέφη Μαίης ἐρικυδέος υἱός· ὦ γέρον, ὅστε φυτὰ σκάπτεις ἐπικαμπύλος ὤμους,