<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="75">πλανοδίας δʼ ἤλαυνε διὰ ψαμαθώδεα χῶρον </l><l n="76">ἴχνιʼ ἀποστρέψας· δολίης δʼ οὐ λήθετο τέχνης </l><l n="77">ἀντία ποιήσας ὁπλάς, τὰς πρόσθεν ὄπισθεν, </l><l n="78">τὰς δʼ ὄπιθεν πρόσθεν· κατὰ δʼ ἔμπαλιν αὐτὸς ἔβαινε. </l><l n="79">σάνδαλα δʼ αὐτίκα ῥιψὶν ἐπὶ ψαμάθοις ἁλίῃσιν, </l><l n="80">ἄφραστʼ ἠδʼ ἀνόητα διέπλεκε, θαυματὰ ἔργα, </l><l n="81">συμμίσγων μυρίκας καὶ μυρσινοειδέας ὄζους. </l><l n="82">τῶν τότε συνδήσας νεοθηλέος ἄγκαλον ὕλης </l><l n="83">ἀβλαβέως ὑπὸ ποσσὶν ἐδήσατο σάνδαλα κοῦφα </l><l n="84">αὐτοῖσιν πετάλοισι τὰ κύδιμος Ἀργειφόντης </l><l n="85">ἔσπασε Πιερίηθεν ὁδοιπορίην ἀλεγύνων, </l><l n="86">οἷά τʼ ἐπειγόμενος δολιχὴν ὁδόν, αὐτοτροπήσας.† </l><l n="87"><milestone unit="Para" ed="P"/>τὸν δὲ γέρων ἐνόησε δέμων ἀνθοῦσαν ἀλωὴν </l><l n="88">ἱέμενον πεδίονδε διʼ Ὀγχηστὸν λεχεποίην </l><l n="89">τὸν πρότερος προσέφη Μαίης ἐρικυδέος υἱός· </l><l n="90"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/> -->ὦ γέρον, ὅστε φυτὰ σκάπτεις ἐπικαμπύλος ὤμους, </l></div></body></text></TEI>