<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="71">ἔνθα θεῶν μακάρων βόες ἄμβροτοι αὖλιν ἔχεσκον </l><l n="72">βοσκόμεναι λειμῶνας ἀκηρασίους, ἐρατεινούς. </l><l n="73">τῶν τότε Μαιάδος υἱός, ἐύσκοπος Ἀργειφόντης, </l><l n="74">πεντήκοντʼ ἀγέλης ἀπετάμνετο βοῦς ἐριμύκους. </l><l n="75">πλανοδίας δʼ ἤλαυνε διὰ ψαμαθώδεα χῶρον </l><l n="76">ἴχνιʼ ἀποστρέψας· δολίης δʼ οὐ λήθετο τέχνης </l><l n="77">ἀντία ποιήσας ὁπλάς, τὰς πρόσθεν ὄπισθεν, </l><l n="78">τὰς δʼ ὄπιθεν πρόσθεν· κατὰ δʼ ἔμπαλιν αὐτὸς ἔβαινε. </l><l n="79">σάνδαλα δʼ αὐτίκα ῥιψὶν ἐπὶ ψαμάθοις ἁλίῃσιν, </l><l n="80">ἄφραστʼ ἠδʼ ἀνόητα διέπλεκε, θαυματὰ ἔργα, </l></div></body></text></TEI>