ἔνθα θεῶν μακάρων βόες ἄμβροτοι αὖλιν ἔχεσκον βοσκόμεναι λειμῶνας ἀκηρασίους, ἐρατεινούς. τῶν τότε Μαιάδος υἱός, ἐύσκοπος Ἀργειφόντης, πεντήκοντʼ ἀγέλης ἀπετάμνετο βοῦς ἐριμύκους. πλανοδίας δʼ ἤλαυνε διὰ ψαμαθώδεα χῶρον ἴχνιʼ ἀποστρέψας· δολίης δʼ οὐ λήθετο τέχνης ἀντία ποιήσας ὁπλάς, τὰς πρόσθεν ὄπισθεν, τὰς δʼ ὄπιθεν πρόσθεν· κατὰ δʼ ἔμπαλιν αὐτὸς ἔβαινε. σάνδαλα δʼ αὐτίκα ῥιψὶν ἐπὶ ψαμάθοις ἁλίῃσιν, ἄφραστʼ ἠδʼ ἀνόητα διέπλεκε, θαυματὰ ἔργα,