<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="61">καὶ τρίποδας κατὰ οἶκον ἐπηετανούς τε λέβητας. <milestone unit="card" n="62" ed="P"/>
      </l><l n="62"><milestone unit="Para" ed="P"/>καὶ τὰ μὲν οὖν ἤειδε, τὰ δὲ φρεσὶν ἄλλα μενοίνα. </l><l n="63">καὶ τὴν μὲν κατέθηκε φέρων ἱερῷ ἐνὶ λίκνῳ, </l><l n="64">φόρμιγγα γλαφυρήν· ὃ δʼ ἄρα κρειῶν ἐρατίζων </l><l n="65">ἆλτο κατὰ σκοπιὴν εὐώδεος ἐκ μεγάροιο </l><l n="66">ὁρμαίνων δόλον αἰπὺν ἐνὶ φρεσίν, οἶά τε φῶτες </l><l n="67">φηληταὶ διέπουσι μελαίνης νυκτὸς ἐν ὥρῃ. </l><l n="68"><milestone unit="Para" ed="P"/>ἠέλιος μὲν ἔδυνε κατὰ χθονὸς Ὠκεανόνδε </l><l n="69">αὐτοῖσίν θʼ ἵπποισι καὶ ἅρμασιν· αὐτὰρ ἄρʼ Ἑρμῆς </l><l n="70">Πιερίης ἀφίκανε θέων ὄρεα σκιόεντα, </l><l n="71">ἔνθα θεῶν μακάρων βόες ἄμβροτοι αὖλιν ἔχεσκον </l><l n="72">βοσκόμεναι λειμῶνας ἀκηρασίους, ἐρατεινούς. </l><l n="73">τῶν τότε Μαιάδος υἱός, ἐύσκοπος Ἀργειφόντης, </l><l n="74">πεντήκοντʼ ἀγέλης ἀπετάμνετο βοῦς ἐριμύκους. </l><l n="75">πλανοδίας δʼ ἤλαυνε διὰ ψαμαθώδεα χῶρον </l><l n="76">ἴχνιʼ ἀποστρέψας· δολίης δʼ οὐ λήθετο τέχνης </l><l n="77">ἀντία ποιήσας ὁπλάς, τὰς πρόσθεν ὄπισθεν, </l><l n="78">τὰς δʼ ὄπιθεν πρόσθεν· κατὰ δʼ ἔμπαλιν αὐτὸς ἔβαινε. </l><l n="79">σάνδαλα δʼ αὐτίκα ῥιψὶν ἐπὶ ψαμάθοις ἁλίῃσιν, </l><l n="80">ἄφραστʼ ἠδʼ ἀνόητα διέπλεκε, θαυματὰ ἔργα, </l><l n="81">συμμίσγων μυρίκας καὶ μυρσινοειδέας ὄζους. </l><l n="82">τῶν τότε συνδήσας νεοθηλέος ἄγκαλον ὕλης </l><l n="83">ἀβλαβέως ὑπὸ ποσσὶν ἐδήσατο σάνδαλα κοῦφα </l><l n="84">αὐτοῖσιν πετάλοισι τὰ κύδιμος Ἀργειφόντης </l><l n="85">ἔσπασε Πιερίηθεν ὁδοιπορίην ἀλεγύνων, </l><l n="86">οἷά τʼ ἐπειγόμενος δολιχὴν ὁδόν, αὐτοτροπήσας.† </l><l n="87"><milestone unit="Para" ed="P"/>τὸν δὲ γέρων ἐνόησε δέμων ἀνθοῦσαν ἀλωὴν </l><l n="88">ἱέμενον πεδίονδε διʼ Ὀγχηστὸν λεχεποίην </l><l n="89">τὸν πρότερος προσέφη Μαίης ἐρικυδέος υἱός· </l><l n="90"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/> -->ὦ γέρον, ὅστε φυτὰ σκάπτεις ἐπικαμπύλος ὤμους, </l></div></body></text></TEI>