καὶ τρίποδας κατὰ οἶκον ἐπηετανούς τε λέβητας. καὶ τὰ μὲν οὖν ἤειδε, τὰ δὲ φρεσὶν ἄλλα μενοίνα. καὶ τὴν μὲν κατέθηκε φέρων ἱερῷ ἐνὶ λίκνῳ, φόρμιγγα γλαφυρήν· ὃ δʼ ἄρα κρειῶν ἐρατίζων ἆλτο κατὰ σκοπιὴν εὐώδεος ἐκ μεγάροιο ὁρμαίνων δόλον αἰπὺν ἐνὶ φρεσίν, οἶά τε φῶτες φηληταὶ διέπουσι μελαίνης νυκτὸς ἐν ὥρῃ. ἠέλιος μὲν ἔδυνε κατὰ χθονὸς Ὠκεανόνδε αὐτοῖσίν θʼ ἵπποισι καὶ ἅρμασιν· αὐτὰρ ἄρʼ Ἑρμῆς Πιερίης ἀφίκανε θέων ὄρεα σκιόεντα, ἔνθα θεῶν μακάρων βόες ἄμβροτοι αὖλιν ἔχεσκον βοσκόμεναι λειμῶνας ἀκηρασίους, ἐρατεινούς. τῶν τότε Μαιάδος υἱός, ἐύσκοπος Ἀργειφόντης, πεντήκοντʼ ἀγέλης ἀπετάμνετο βοῦς ἐριμύκους. πλανοδίας δʼ ἤλαυνε διὰ ψαμαθώδεα χῶρον ἴχνιʼ ἀποστρέψας· δολίης δʼ οὐ λήθετο τέχνης ἀντία ποιήσας ὁπλάς, τὰς πρόσθεν ὄπισθεν, τὰς δʼ ὄπιθεν πρόσθεν· κατὰ δʼ ἔμπαλιν αὐτὸς ἔβαινε. σάνδαλα δʼ αὐτίκα ῥιψὶν ἐπὶ ψαμάθοις ἁλίῃσιν, ἄφραστʼ ἠδʼ ἀνόητα διέπλεκε, θαυματὰ ἔργα, συμμίσγων μυρίκας καὶ μυρσινοειδέας ὄζους. τῶν τότε συνδήσας νεοθηλέος ἄγκαλον ὕλης ἀβλαβέως ὑπὸ ποσσὶν ἐδήσατο σάνδαλα κοῦφα αὐτοῖσιν πετάλοισι τὰ κύδιμος Ἀργειφόντης ἔσπασε Πιερίηθεν ὁδοιπορίην ἀλεγύνων, οἷά τʼ ἐπειγόμενος δολιχὴν ὁδόν, αὐτοτροπήσας.† τὸν δὲ γέρων ἐνόησε δέμων ἀνθοῦσαν ἀλωὴν ἱέμενον πεδίονδε διʼ Ὀγχηστὸν λεχεποίην τὸν πρότερος προσέφη Μαίης ἐρικυδέος υἱός· ὦ γέρον, ὅστε φυτὰ σκάπτεις ἐπικαμπύλος ὤμους,