καὶ τρίποδας κατὰ οἶκον ἐπηετανούς τε λέβητας. καὶ τὰ μὲν οὖν ἤειδε, τὰ δὲ φρεσὶν ἄλλα μενοίνα. καὶ τὴν μὲν κατέθηκε φέρων ἱερῷ ἐνὶ λίκνῳ, φόρμιγγα γλαφυρήν· ὃ δʼ ἄρα κρειῶν ἐρατίζων ἆλτο κατὰ σκοπιὴν εὐώδεος ἐκ μεγάροιο ὁρμαίνων δόλον αἰπὺν ἐνὶ φρεσίν, οἶά τε φῶτες φηληταὶ διέπουσι μελαίνης νυκτὸς ἐν ὥρῃ. ἠέλιος μὲν ἔδυνε κατὰ χθονὸς Ὠκεανόνδε αὐτοῖσίν θʼ ἵπποισι καὶ ἅρμασιν· αὐτὰρ ἄρʼ Ἑρμῆς Πιερίης ἀφίκανε θέων ὄρεα σκιόεντα,