<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="59">ἥν τʼ αὐτοῦ γενεὴν ὀνομακλυτὸν ἐξονομάζων· </l><l n="60">ἀμφιπόλους τε γέραιρε καὶ ἀγλαὰ δώματα νύμφης </l><l n="61">καὶ τρίποδας κατὰ οἶκον ἐπηετανούς τε λέβητας. <milestone unit="card" n="62" ed="P"/>
      </l><l n="62"><milestone unit="Para" ed="P"/>καὶ τὰ μὲν οὖν ἤειδε, τὰ δὲ φρεσὶν ἄλλα μενοίνα. </l><l n="63">καὶ τὴν μὲν κατέθηκε φέρων ἱερῷ ἐνὶ λίκνῳ, </l><l n="64">φόρμιγγα γλαφυρήν· ὃ δʼ ἄρα κρειῶν ἐρατίζων </l><l n="65">ἆλτο κατὰ σκοπιὴν εὐώδεος ἐκ μεγάροιο </l><l n="66">ὁρμαίνων δόλον αἰπὺν ἐνὶ φρεσίν, οἶά τε φῶτες </l><l n="67">φηληταὶ διέπουσι μελαίνης νυκτὸς ἐν ὥρῃ. </l><l n="68"><milestone unit="Para" ed="P"/>ἠέλιος μὲν ἔδυνε κατὰ χθονὸς Ὠκεανόνδε </l><l n="69">αὐτοῖσίν θʼ ἵπποισι καὶ ἅρμασιν· αὐτὰρ ἄρʼ Ἑρμῆς </l><l n="70">Πιερίης ἀφίκανε θέων ὄρεα σκιόεντα, </l><l n="71">ἔνθα θεῶν μακάρων βόες ἄμβροτοι αὖλιν ἔχεσκον </l><l n="72">βοσκόμεναι λειμῶνας ἀκηρασίους, ἐρατεινούς. </l><l n="73">τῶν τότε Μαιάδος υἱός, ἐύσκοπος Ἀργειφόντης, </l><l n="74">πεντήκοντʼ ἀγέλης ἀπετάμνετο βοῦς ἐριμύκους. </l></div></body></text></TEI>