ἥν τʼ αὐτοῦ γενεὴν ὀνομακλυτὸν ἐξονομάζων· ἀμφιπόλους τε γέραιρε καὶ ἀγλαὰ δώματα νύμφης καὶ τρίποδας κατὰ οἶκον ἐπηετανούς τε λέβητας. καὶ τὰ μὲν οὖν ἤειδε, τὰ δὲ φρεσὶν ἄλλα μενοίνα. καὶ τὴν μὲν κατέθηκε φέρων ἱερῷ ἐνὶ λίκνῳ, φόρμιγγα γλαφυρήν· ὃ δʼ ἄρα κρειῶν ἐρατίζων ἆλτο κατὰ σκοπιὴν εὐώδεος ἐκ μεγάροιο ὁρμαίνων δόλον αἰπὺν ἐνὶ φρεσίν, οἶά τε φῶτες φηληταὶ διέπουσι μελαίνης νυκτὸς ἐν ὥρῃ. ἠέλιος μὲν ἔδυνε κατὰ χθονὸς Ὠκεανόνδε αὐτοῖσίν θʼ ἵπποισι καὶ ἅρμασιν· αὐτὰρ ἄρʼ Ἑρμῆς Πιερίης ἀφίκανε θέων ὄρεα σκιόεντα, ἔνθα θεῶν μακάρων βόες ἄμβροτοι αὖλιν ἔχεσκον βοσκόμεναι λειμῶνας ἀκηρασίους, ἐρατεινούς. τῶν τότε Μαιάδος υἱός, ἐύσκοπος Ἀργειφόντης, πεντήκοντʼ ἀγέλης ἀπετάμνετο βοῦς ἐριμύκους.