<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="567">ταῦτʼ ἔχε, Μαιάδος υἱέ, καὶ ἀγραύλους ἕλικας βοῦς </l><l n="568">ἵππους τʼ ἀμφιπόλευε καὶ ἡμιόνους ταλαεργούς.<!-- <milestone type="endquote"/> --></l><l n="568a"><milestone unit="Para" ed="P"/>[<supplied reason="lost" source="Allen's supplement">ὡς ἔφατʼ· οὐρανόθεν δὲ πατὴρ Ζεὺς αὐτὸς ἔπεσσι</supplied></l><l n="568b"><supplied reason="lost" source="Allen's supplement">θῆκε τέλος· πᾶσιν δʼ ἄρʼ ὅ γʼ οἰωνοῖσι κέλευσεν</supplied>] </l><l n="569">καὶ χαροποῖσι λέουσι καὶ ἀργιόδουσι σύεσσι </l><l n="570">καὶ κυσὶ καὶ μήλοισιν, ὅσα τρέφει εὐρεῖα χθών, </l><l n="571">πᾶσι δʼ ἐπὶ προβάτοισιν ἀνάσσειν κύδιμον Ἑρμῆν, </l><l n="572">οἶον δʼ εἰς Ἀΐδην τετελεσμένον ἄγγελον εἶναι, </l><l n="573">ὅς τʼ ἄδοτός περ ἐὼν δώσει γέρας οὐκ ἐλάχιστον. </l><l n="574"><milestone unit="Para" ed="P"/>οὕτω Μαιάδος υἱὸν ἄναξ ἐφίλησεν Ἀπόλλων </l><l n="575">παντοίῃ φιλότητι· χάριν δʼ ἐπέθηκε Κρονίων. </l><l n="576">πᾶσι δʼ ὅ γε θνητοῖσι καὶ ἀθανάτοισιν ὁμιλεῖ. </l><l n="577">παῦρα μὲν οὖν ὀνίνησι, τὸ δʼ ἄκριτον ἠπεροπεύει </l><l n="578">νύκτα διʼ ὀρφναίην φῦλα θνητῶν ἀνθρώπων. </l><l n="579"><milestone unit="Para" ed="P"/>καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς καὶ Μαιάδος, υἱέ· </l><l n="580">αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομʼ ἀοιδῆς. </l></div></body></text></TEI>