ταῦτʼ ἔχε, Μαιάδος υἱέ, καὶ ἀγραύλους ἕλικας βοῦς ἵππους τʼ ἀμφιπόλευε καὶ ἡμιόνους ταλαεργούς. [ ὡς ἔφατʼ· οὐρανόθεν δὲ πατὴρ Ζεὺς αὐτὸς ἔπεσσι θῆκε τέλος· πᾶσιν δʼ ἄρʼ ὅ γʼ οἰωνοῖσι κέλευσεν ] καὶ χαροποῖσι λέουσι καὶ ἀργιόδουσι σύεσσι καὶ κυσὶ καὶ μήλοισιν, ὅσα τρέφει εὐρεῖα χθών, πᾶσι δʼ ἐπὶ προβάτοισιν ἀνάσσειν κύδιμον Ἑρμῆν, οἶον δʼ εἰς Ἀΐδην τετελεσμένον ἄγγελον εἶναι, ὅς τʼ ἄδοτός περ ἐὼν δώσει γέρας οὐκ ἐλάχιστον. οὕτω Μαιάδος υἱὸν ἄναξ ἐφίλησεν Ἀπόλλων παντοίῃ φιλότητι· χάριν δʼ ἐπέθηκε Κρονίων. πᾶσι δʼ ὅ γε θνητοῖσι καὶ ἀθανάτοισιν ὁμιλεῖ. παῦρα μὲν οὖν ὀνίνησι, τὸ δʼ ἄκριτον ἠπεροπεύει νύκτα διʼ ὀρφναίην φῦλα θνητῶν ἀνθρώπων. καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς καὶ Μαιάδος, υἱέ· αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομʼ ἀοιδῆς.