<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="537">μή τινα νόσφιν ἐμεῖο θεῶν αἰειγενετάων </l><l n="538">ἄλλον γʼ εἴσεσθαι Ζηνὸς πυκινόφρονα βουλήν. </l><l n="539">καὶ σύ, κασίγνητε χρυσόρραπι, μή με κέλευε </l><l n="540">θέσφατα πιφαύσκειν, ὅσα μήδεται εὐρύοπα Ζεύς. </l><l n="541">ἀνθρώπων δʼ ἄλλον δηλήσομαι, ἄλλον ὀνήσω, </l><l n="542">πολλὰ περιτροπέων ἀμεγάρτων φῦλʼ ἀνθρώπων. </l><l n="543">καὶ μὲν ἐμῆς ὀμφῆς ἀπονήσεται, ὅς τις ἂν ἔλθῃ </l><l n="544">φωνῇ καὶ πτερύγεσσι τεληέντων οἰωνῶν· </l><l n="545">οὗτος ἐμῆς ὀμφῆς ἀπονήσεται, οὐδʼ ἀπατήσω. </l><l n="546">ὃς δέ κε μαψιλόγοισι πιθήσας οἰωνοῖσι </l><l n="547">μαντείην ἐθέλῃσι παρὲκ νόον ἐξερεείνειν </l><l n="548">ἡμετέρην, νοέειν δὲ θεῶν πλέον αἰὲν ἐόντων, </l><l n="549">φήμʼ, ἁλίην ὁδὸν εἶσιν. ἐγὼ δέ κε δῶρα δεχοίμην. <milestone unit="card" n="550" ed="P"/>
        </l><l n="550"><milestone unit="Para" ed="P"/>ἄλλο δέ τοι ἐρέω, Μαίης ἐρικυδέος υἱὲ </l><l n="551">καὶ Διὸς αἰγιόχοιο, θεῶν ἐριούνιε δαῖμον· </l><l n="552">σεμναὶ γὰρ τινες εἰσί, κασίγνηται γεγαυῖαι, </l><l n="553">παρθένοι, ὠκείῃσιν ἀγαλλόμεναι πτερύγεσσι, </l><l n="554">τρεῖς· κατὰ δὲ κρατὸς πεπαλαγμέναι ἄλφιτα λευκά, </l><l n="555">οἰκία ναιετάουσιν ὑπὸ πτυχὶ Παρνησοῖο, </l><l n="556">μαντείης ἀπάνευθε διδάσκαλοι, ἣν ἐπὶ βουσὶ </l><l n="557">παῖς ἔτʼ ἐὼν μελέτησα· πατὴρ δʼ ἐμὸς οὐκ ἀλέγιζεν, </l><l n="558">ἐντεῦθεν δὴ ἔπειτα ποτώμεναι ἄλλοτε ἄλλη </l><l n="559">κηρία βόσκονται καὶ τε κραίνουσιν ἕκαστα. </l><l n="560">αἳ δʼ ὅτε μὲν θυΐωσιν ἐδηδυῖαι μέλι χλωρόν, </l><l n="561">προφρονέως ἐθέλουσιν ἀληθείην ἀγορεύειν· </l><l n="562">ἢν δʼ ἀπονοσφισθῶσι θεῶν ἡδεῖαν ἐδωδήν, </l><l n="563">ψεύδονται δὴ ἔπειτα διʼ ἀλλήλων δονέουσαι. </l><l n="564">τάς τοι ἔπειτα δίδωμι· σὺ δʼ ἀτρεκέως ἐρεείνων </l><l n="565">σὴν αὐτοῦ φρένα τέρπε, καὶ εἰ βροτὸν ἄνδρα δαείῃς, </l><l n="566">πολλάκι σῆς ὀμφῆς ἐπακούσεται, αἴ κε τύχῃσι. </l></div></body></text></TEI>