μή τινα νόσφιν ἐμεῖο θεῶν αἰειγενετάων ἄλλον γʼ εἴσεσθαι Ζηνὸς πυκινόφρονα βουλήν. καὶ σύ, κασίγνητε χρυσόρραπι, μή με κέλευε θέσφατα πιφαύσκειν, ὅσα μήδεται εὐρύοπα Ζεύς. ἀνθρώπων δʼ ἄλλον δηλήσομαι, ἄλλον ὀνήσω, πολλὰ περιτροπέων ἀμεγάρτων φῦλʼ ἀνθρώπων. καὶ μὲν ἐμῆς ὀμφῆς ἀπονήσεται, ὅς τις ἂν ἔλθῃ φωνῇ καὶ πτερύγεσσι τεληέντων οἰωνῶν· οὗτος ἐμῆς ὀμφῆς ἀπονήσεται, οὐδʼ ἀπατήσω. ὃς δέ κε μαψιλόγοισι πιθήσας οἰωνοῖσι μαντείην ἐθέλῃσι παρὲκ νόον ἐξερεείνειν ἡμετέρην, νοέειν δὲ θεῶν πλέον αἰὲν ἐόντων, φήμʼ, ἁλίην ὁδὸν εἶσιν. ἐγὼ δέ κε δῶρα δεχοίμην. ἄλλο δέ τοι ἐρέω, Μαίης ἐρικυδέος υἱὲ καὶ Διὸς αἰγιόχοιο, θεῶν ἐριούνιε δαῖμον· σεμναὶ γὰρ τινες εἰσί, κασίγνηται γεγαυῖαι, παρθένοι, ὠκείῃσιν ἀγαλλόμεναι πτερύγεσσι, τρεῖς· κατὰ δὲ κρατὸς πεπαλαγμέναι ἄλφιτα λευκά, οἰκία ναιετάουσιν ὑπὸ πτυχὶ Παρνησοῖο, μαντείης ἀπάνευθε διδάσκαλοι, ἣν ἐπὶ βουσὶ παῖς ἔτʼ ἐὼν μελέτησα· πατὴρ δʼ ἐμὸς οὐκ ἀλέγιζεν, ἐντεῦθεν δὴ ἔπειτα ποτώμεναι ἄλλοτε ἄλλη κηρία βόσκονται καὶ τε κραίνουσιν ἕκαστα. αἳ δʼ ὅτε μὲν θυΐωσιν ἐδηδυῖαι μέλι χλωρόν, προφρονέως ἐθέλουσιν ἀληθείην ἀγορεύειν· ἢν δʼ ἀπονοσφισθῶσι θεῶν ἡδεῖαν ἐδωδήν, ψεύδονται δὴ ἔπειτα διʼ ἀλλήλων δονέουσαι. τάς τοι ἔπειτα δίδωμι· σὺ δʼ ἀτρεκέως ἐρεείνων σὴν αὐτοῦ φρένα τέρπε, καὶ εἰ βροτὸν ἄνδρα δαείῃς, πολλάκι σῆς ὀμφῆς ἐπακούσεται, αἴ κε τύχῃσι.