ἀθανάτων· τὸ γὰρ οἶδε Διὸς νόος· αὐτὰρ ἐγώ γε πιστωθεὶς κατένευσα καὶ ὤμοσα καρτερὸν ὅρκον, μή τινα νόσφιν ἐμεῖο θεῶν αἰειγενετάων ἄλλον γʼ εἴσεσθαι Ζηνὸς πυκινόφρονα βουλήν. καὶ σύ, κασίγνητε χρυσόρραπι, μή με κέλευε θέσφατα πιφαύσκειν, ὅσα μήδεται εὐρύοπα Ζεύς. ἀνθρώπων δʼ ἄλλον δηλήσομαι, ἄλλον ὀνήσω, πολλὰ περιτροπέων ἀμεγάρτων φῦλʼ ἀνθρώπων. καὶ μὲν ἐμῆς ὀμφῆς ἀπονήσεται, ὅς τις ἂν ἔλθῃ φωνῇ καὶ πτερύγεσσι τεληέντων οἰωνῶν· οὗτος ἐμῆς ὀμφῆς ἀπονήσεται, οὐδʼ ἀπατήσω. ὃς δέ κε μαψιλόγοισι πιθήσας οἰωνοῖσι μαντείην ἐθέλῃσι παρὲκ νόον ἐξερεείνειν ἡμετέρην, νοέειν δὲ θεῶν πλέον αἰὲν ἐόντων, φήμʼ, ἁλίην ὁδὸν εἶσιν. ἐγὼ δέ κε δῶρα δεχοίμην. ἄλλο δέ τοι ἐρέω, Μαίης ἐρικυδέος υἱὲ