<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="51">ἑπτὰ δὲ θηλυτέρων ὀίων ἐτανύσσατο χορδάς. </l><l n="52">αὐτὰρ ἐπεὶ δὴ τεῦξε, φέρων, ἐρατεινὸν ἄθυρμα, </l><l n="53">πλήκτρῳ ἐπειρήτιζε κατὰ μέρος· ἣ δʼ ὑπὸ χειρὸς </l><l n="54">σμερδαλέον κονάβησε· θεὸς δʼ ὑπὸ καλὸν ἄειδεν </l><l n="55">ἐξ αὐτοσχεδίης πειρώμενος, ἠύτε κοῦροι </l><l n="56">ἡβηταὶ θαλίῃσι παραιβόλα κερτομέουσιν, </l><l n="57">ἀμφὶ Δία Κρονίδην καὶ Μαιάδα καλλιπέδιλον, </l><l n="58">ὡς πάρος ὠρίζεσκον ἑταιρείῃ φιλότητι, </l><l n="59">ἥν τʼ αὐτοῦ γενεὴν ὀνομακλυτὸν ἐξονομάζων· </l><l n="60">ἀμφιπόλους τε γέραιρε καὶ ἀγλαὰ δώματα νύμφης </l></div></body></text></TEI>