<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="508">Λητοΐδην ἐφίλησε διαμπερὲς ὡς ἔτι καὶ νῦν, </l><l n="509">σήματʼ ἐπεὶ κίθαριν μὲν Ἑκηβόλῳ ἐγγυάλιξεν </l><l n="510">ἱμερτήν, δεδαώς, ὃ δʼ ἐπωλένιον κιθάριζεν· </l><l n="511">αὐτὸς δʼ αὖθʼ ἑτέρης σοφίης ἐκμάσσατο τέχνην· </l><l n="512">συρίγγων ἐνοπὴν ποιήσατο τηλόθʼ ἀκουστήν. <milestone unit="card" n="513" ed="P"/>
      </l><l n="513"><milestone unit="Para" ed="P"/>καὶ τότε Λητοΐδης Ἑρμῆν πρὸς μῦθον ἔειπε· </l><l n="514"><!-- <milestone type="startquote"/> -->δείδια, Μαιάδος υἱέ, διάκτορε, ποικιλομῆτα, </l><l n="515">μή μοι ἅμα κλέψῃς κίθαριν καὶ καμπύλα τόξα· </l><l n="516">τιμὴν γὰρ πὰρ Ζηνὸς ἔχεις ἐπαμοίβια ἔργα </l><l n="517">θήσειν ἀνθρώποισι κατὰ χθόνα πουλυβότειραν. </l><l n="518">ἀλλʼ εἴ μοι τλαίης γε θεῶν μέγαν ὅρκον ὀμόσσαι, </l><l n="519">ἢ κεφαλῇ νεύσας ἢ ἐπὶ Στυγὸς ὄβριμον ὕδωρ, </l><l n="520">πάντʼ ἂν ἐμῷ θυμῷ κεχαρισμένα καὶ φίλα ἔρδοις.<!-- <milestone type="endquote"/> --> </l><l n="521"><milestone unit="Para" ed="P"/>καὶ τότε Μαιάδος υἱὸς ὑποσχόμενος κατένευσε, </l><l n="522">μή ποτʼ ἀποκλέψειν, ὅσʼ Ἑκηβόλος ἐκτεάτισται, </l><l n="523">μηδέ ποτʼ ἐμπελάσειν πυκινῷ δόμῳ· αὐτὰρ Ἀπόλλων </l><l n="524">Λητοΐδης κατένευσεν ἐπʼ ἀρθμῷ καὶ φιλότητι, </l><l n="525">μή τινα φίλτερον ἄλλον ἐν ἀθανάτοισιν ἔσεσθαι, </l><l n="526">μήτε θεὸν μήτʼ ἄνδρα Διὸς γόνον· ἐκ δὲ τέλειον </l><l n="526a"> [<supplied reason="lost" source="Allen's supplement">αἰετὸν ἧκε πατήρ· ὁ δʼ ἐπώμοσεν· ἦ σε μάλʼ οἶον</supplied>] </l><l n="527"><!-- <milestone type="startquote"/> -->σύμβολον ἀθανάτων ποιήσομαι ἠδʼ ἅμα πάντων, </l><l n="528">πιστὸν ἐμῷ θυμῷ καὶ τίμιον· αὐτὰρ ἔπειτα </l><l n="529">ὄλβου καὶ πλούτου δώσω περικαλλέα ῥάβδον, </l><l n="530">χρυσείην, τριπέτηλον, ἀκήριον ἥ σε φυλάξει </l><l n="531">πάντας ἐπικραίνουσʼ ἄθλους ἐπέων τε καὶ ἔργων </l><l n="532">τῶν ἀγαθῶν, ὅσα φημὶ δαήμεναι ἐκ Διὸς ὀμφῆς. </l><l n="533">μαντείην δέ, φέριστε, διοτρεφές, ἣν ἐρεείνεις, </l><l n="534">οὔτε σὲ θέσφατόν ἐστι δαήμεναι οὔτε τινʼ ἄλλον </l><l n="535">ἀθανάτων· τὸ γὰρ οἶδε Διὸς νόος· αὐτὰρ ἐγώ γε </l><l n="536">πιστωθεὶς κατένευσα καὶ ὤμοσα καρτερὸν ὅρκον, </l></div></body></text></TEI>