Λητοΐδην ἐφίλησε διαμπερὲς ὡς ἔτι καὶ νῦν, σήματʼ ἐπεὶ κίθαριν μὲν Ἑκηβόλῳ ἐγγυάλιξεν ἱμερτήν, δεδαώς, ὃ δʼ ἐπωλένιον κιθάριζεν· αὐτὸς δʼ αὖθʼ ἑτέρης σοφίης ἐκμάσσατο τέχνην· συρίγγων ἐνοπὴν ποιήσατο τηλόθʼ ἀκουστήν. καὶ τότε Λητοΐδης Ἑρμῆν πρὸς μῦθον ἔειπε· δείδια, Μαιάδος υἱέ, διάκτορε, ποικιλομῆτα, μή μοι ἅμα κλέψῃς κίθαριν καὶ καμπύλα τόξα· τιμὴν γὰρ πὰρ Ζηνὸς ἔχεις ἐπαμοίβια ἔργα θήσειν ἀνθρώποισι κατὰ χθόνα πουλυβότειραν. ἀλλʼ εἴ μοι τλαίης γε θεῶν μέγαν ὅρκον ὀμόσσαι, ἢ κεφαλῇ νεύσας ἢ ἐπὶ Στυγὸς ὄβριμον ὕδωρ, πάντʼ ἂν ἐμῷ θυμῷ κεχαρισμένα καὶ φίλα ἔρδοις. καὶ τότε Μαιάδος υἱὸς ὑποσχόμενος κατένευσε, μή ποτʼ ἀποκλέψειν, ὅσʼ Ἑκηβόλος ἐκτεάτισται, μηδέ ποτʼ ἐμπελάσειν πυκινῷ δόμῳ· αὐτὰρ Ἀπόλλων Λητοΐδης κατένευσεν ἐπʼ ἀρθμῷ καὶ φιλότητι, μή τινα φίλτερον ἄλλον ἐν ἀθανάτοισιν ἔσεσθαι, μήτε θεὸν μήτʼ ἄνδρα Διὸς γόνον· ἐκ δὲ τέλειον [ αἰετὸν ἧκε πατήρ· ὁ δʼ ἐπώμοσεν· ἦ σε μάλʼ οἶον ] σύμβολον ἀθανάτων ποιήσομαι ἠδʼ ἅμα πάντων, πιστὸν ἐμῷ θυμῷ καὶ τίμιον· αὐτὰρ ἔπειτα ὄλβου καὶ πλούτου δώσω περικαλλέα ῥάβδον, χρυσείην, τριπέτηλον, ἀκήριον ἥ σε φυλάξει πάντας ἐπικραίνουσʼ ἄθλους ἐπέων τε καὶ ἔργων τῶν ἀγαθῶν, ὅσα φημὶ δαήμεναι ἐκ Διὸς ὀμφῆς. μαντείην δέ, φέριστε, διοτρεφές, ἣν ἐρεείνεις, οὔτε σὲ θέσφατόν ἐστι δαήμεναι οὔτε τινʼ ἄλλον ἀθανάτων· τὸ γὰρ οἶδε Διὸς νόος· αὐτὰρ ἐγώ γε πιστωθεὶς κατένευσα καὶ ὤμοσα καρτερὸν ὅρκον,