<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="504">ἐτραπέτην· αὐτοὶ δέ, Διὸς περικαλλέα τέκνα, </l><l n="505">ἄψορροι πρὸς Ὄλυμπον ἀγάννιφον ἐρρώσαντο </l><l n="506">τερπόμενοι φόρμιγγι· χάρη δʼ ἄρα μητιέτα Ζεύς, </l><l n="507">ἄμφω δʼ ἐς φιλότητα συνήγαγε· καὶ τὰ μὲν Ἑρμῆς </l><l n="508">Λητοΐδην ἐφίλησε διαμπερὲς ὡς ἔτι καὶ νῦν, </l><l n="509">σήματʼ ἐπεὶ κίθαριν μὲν Ἑκηβόλῳ ἐγγυάλιξεν </l><l n="510">ἱμερτήν, δεδαώς, ὃ δʼ ἐπωλένιον κιθάριζεν· </l><l n="511">αὐτὸς δʼ αὖθʼ ἑτέρης σοφίης ἐκμάσσατο τέχνην· </l><l n="512">συρίγγων ἐνοπὴν ποιήσατο τηλόθʼ ἀκουστήν. <milestone unit="card" n="513" ed="P"/>
      </l><l n="513"><milestone unit="Para" ed="P"/>καὶ τότε Λητοΐδης Ἑρμῆν πρὸς μῦθον ἔειπε· </l><l n="514"><!-- <milestone type="startquote"/> -->δείδια, Μαιάδος υἱέ, διάκτορε, ποικιλομῆτα, </l><l n="515">μή μοι ἅμα κλέψῃς κίθαριν καὶ καμπύλα τόξα· </l><l n="516">τιμὴν γὰρ πὰρ Ζηνὸς ἔχεις ἐπαμοίβια ἔργα </l><l n="517">θήσειν ἀνθρώποισι κατὰ χθόνα πουλυβότειραν. </l><l n="518">ἀλλʼ εἴ μοι τλαίης γε θεῶν μέγαν ὅρκον ὀμόσσαι, </l><l n="519">ἢ κεφαλῇ νεύσας ἢ ἐπὶ Στυγὸς ὄβριμον ὕδωρ, </l></div></body></text></TEI>