<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="478">εὐμόλπει μετὰ χερσὶν ἔχων λιγύφωνον ἑταίρην, </l><l n="479">καλὰ καὶ εὖ κατὰ κόσμον ἐπιστάμενος ἀγορεύειν. </l><l n="480">εὔκηλος μὲν ἔπειτα φέρειν ἐς δαῖτα θάλειαν </l><l n="481">καὶ χορὸν ἱμερόεντα καὶ ἐς φιλοκυδέα κῶμον </l><l n="482">εὐφροσύνην νυκτός τε καὶ ἤματος. ὅς τις ἂν αὐτὴν </l><l n="483">τέχνῃ καὶ σοφίῃ δεδαημένος ἐξερεείνῃ, </l><l n="484">φθεγγομένη παντοῖα νόῳ χαρίεντα διδάσκει </l><l n="485">ῥεῖα συνηθείῃσιν ἀθυρομένη μαλακῇσιν, </l><l n="486">ἐργασίην φεύγουσα δυήπαθον· ὃς δέ κεν αὐτὴν </l><l n="487">νῆις ἐὼν τὸ πρῶτον ἐπιζαφελῶς ἐρεείνῃ, </l><l n="488">μὰψ αὔτως κεν ἔπειτα μετήορά τε θρυλλίζοι. <milestone unit="card" n="488" ed="P"/>
        </l><l n="489">σοὶ δʼ αὐτάγρετόν ἐστι δαήμεναι, ὅττι μενοινᾷς. </l><l n="490">καὶ τοι ἐγὼ δώσω ταύτην, Διὸς ἀγλαὲ κοῦρε· </l><l n="491">ἡμεῖς δʼ αὖτʼ ὄρεός τε καὶ ἱπποβότου πεδίοιο </l><l n="492">βουσὶ νομούς, Ἐκάεργε, νομεύσομεν ἀγραύλοισιν. </l><l n="493">ἔνθεν ἅλις τέξουσι βόες ταύροις·, μιγεῖσαι </l><l n="494">μίγδην θηλείας τε καὶ ἄρσενας· οὐδέ τί σε χρὴ </l><l n="495">κερδαλέον περ ἐόντα περιζαμενῶς κεχολῶσθαι.<!--  <milestone type="endquote"/> --></l><l n="496"><milestone unit="Para" ed="P"/>ὣς εἰπὼν ὤρεξʼ· ὃ δʼ ἐδέξατο Φοῖβος Ἀπόλλων, </l><l n="497">Ἐρμῇ δʼ ἐγγυάλιξεν ἑκὼν μάστιγα φαεινήν, </l><l n="498">βουκολίας τʼ ἐπέτελλεν· ἔδεκτο δὲ Μαιάδος υἱὸς </l><l n="499">γηθήσας· κίθαριν δὲ λαβὼν ἐπʼ ἀριστερὰ χειρὸς </l><l n="500">Λητοῦς ἀγλαὸς υἱός, ἄναξ ἑκάεργος Ἀπόλλων, </l><l n="501">πλήκτρῳ ἐπειρήτιζε κατὰ μένος· ἣ δʼ ὑπένερθε </l><l n="502">σμερδαλέον κονάβησε· θεὸς δʼ ὑπὸ καλὸν ἄεισεν. </l><l n="503"><milestone unit="Para" ed="P"/>ἔνθα βόας μὲν ἔπειτα ποτὶ ζάθεον λειμῶνα </l><l n="504">ἐτραπέτην· αὐτοὶ δέ, Διὸς περικαλλέα τέκνα, </l><l n="505">ἄψορροι πρὸς Ὄλυμπον ἀγάννιφον ἐρρώσαντο </l><l n="506">τερπόμενοι φόρμιγγι· χάρη δʼ ἄρα μητιέτα Ζεύς, </l><l n="507">ἄμφω δʼ ἐς φιλότητα συνήγαγε· καὶ τὰ μὲν Ἑρμῆς </l></div></body></text></TEI>