εὐμόλπει μετὰ χερσὶν ἔχων λιγύφωνον ἑταίρην, καλὰ καὶ εὖ κατὰ κόσμον ἐπιστάμενος ἀγορεύειν. εὔκηλος μὲν ἔπειτα φέρειν ἐς δαῖτα θάλειαν καὶ χορὸν ἱμερόεντα καὶ ἐς φιλοκυδέα κῶμον εὐφροσύνην νυκτός τε καὶ ἤματος. ὅς τις ἂν αὐτὴν τέχνῃ καὶ σοφίῃ δεδαημένος ἐξερεείνῃ, φθεγγομένη παντοῖα νόῳ χαρίεντα διδάσκει ῥεῖα συνηθείῃσιν ἀθυρομένη μαλακῇσιν, ἐργασίην φεύγουσα δυήπαθον· ὃς δέ κεν αὐτὴν νῆις ἐὼν τὸ πρῶτον ἐπιζαφελῶς ἐρεείνῃ, μὰψ αὔτως κεν ἔπειτα μετήορά τε θρυλλίζοι. σοὶ δʼ αὐτάγρετόν ἐστι δαήμεναι, ὅττι μενοινᾷς. καὶ τοι ἐγὼ δώσω ταύτην, Διὸς ἀγλαὲ κοῦρε· ἡμεῖς δʼ αὖτʼ ὄρεός τε καὶ ἱπποβότου πεδίοιο βουσὶ νομούς, Ἐκάεργε, νομεύσομεν ἀγραύλοισιν. ἔνθεν ἅλις τέξουσι βόες ταύροις·, μιγεῖσαι μίγδην θηλείας τε καὶ ἄρσενας· οὐδέ τί σε χρὴ κερδαλέον περ ἐόντα περιζαμενῶς κεχολῶσθαι. ὣς εἰπὼν ὤρεξʼ· ὃ δʼ ἐδέξατο Φοῖβος Ἀπόλλων, Ἐρμῇ δʼ ἐγγυάλιξεν ἑκὼν μάστιγα φαεινήν, βουκολίας τʼ ἐπέτελλεν· ἔδεκτο δὲ Μαιάδος υἱὸς γηθήσας· κίθαριν δὲ λαβὼν ἐπʼ ἀριστερὰ χειρὸς Λητοῦς ἀγλαὸς υἱός, ἄναξ ἑκάεργος Ἀπόλλων, πλήκτρῳ ἐπειρήτιζε κατὰ μένος· ἣ δʼ ὑπένερθε σμερδαλέον κονάβησε· θεὸς δʼ ὑπὸ καλὸν ἄεισεν. ἔνθα βόας μὲν ἔπειτα ποτὶ ζάθεον λειμῶνα ἐτραπέτην· αὐτοὶ δέ, Διὸς περικαλλέα τέκνα, ἄψορροι πρὸς Ὄλυμπον ἀγάννιφον ἐρρώσαντο τερπόμενοι φόρμιγγι· χάρη δʼ ἄρα μητιέτα Ζεύς, ἄμφω δʼ ἐς φιλότητα συνήγαγε· καὶ τὰ μὲν Ἑρμῆς