<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="472">μαντείας θʼ Ἐκάεργε, Διὸς παρά, θέσφατα πάντα </l><l n="473">τῶν νῦν αὐτὸς ἐγώ σε μαλʼ ἀφνειὸν δεδάηκα· </l><l n="474">σοὶ δʼ αὐτάγρετόν ἐστι δαήμεναι, ὅττι μενοινᾷς. </l><l n="475">ἀλλʼ ἐπεὶ οὖν τοι θυμὸς ἐπιθύει κιθαρίζειν, </l><l n="476">μέλπεο καὶ κιθάριζε καὶ ἀγλαίας ἀλέγυνε </l><l n="477">δέγμενος ἐξ ἐμέθεν· σὺ δέ μοι, φίλε, κῦδος ὄπαζε. </l><l n="478">εὐμόλπει μετὰ χερσὶν ἔχων λιγύφωνον ἑταίρην, </l><l n="479">καλὰ καὶ εὖ κατὰ κόσμον ἐπιστάμενος ἀγορεύειν. </l><l n="480">εὔκηλος μὲν ἔπειτα φέρειν ἐς δαῖτα θάλειαν </l><l n="481">καὶ χορὸν ἱμερόεντα καὶ ἐς φιλοκυδέα κῶμον </l><l n="482">εὐφροσύνην νυκτός τε καὶ ἤματος. ὅς τις ἂν αὐτὴν </l><l n="483">τέχνῃ καὶ σοφίῃ δεδαημένος ἐξερεείνῃ, </l><l n="484">φθεγγομένη παντοῖα νόῳ χαρίεντα διδάσκει </l><l n="485">ῥεῖα συνηθείῃσιν ἀθυρομένη μαλακῇσιν, </l><l n="486">ἐργασίην φεύγουσα δυήπαθον· ὃς δέ κεν αὐτὴν </l><l n="487">νῆις ἐὼν τὸ πρῶτον ἐπιζαφελῶς ἐρεείνῃ, </l></div></body></text></TEI>