μαντείας θʼ Ἐκάεργε, Διὸς παρά, θέσφατα πάντα τῶν νῦν αὐτὸς ἐγώ σε μαλʼ ἀφνειὸν δεδάηκα· σοὶ δʼ αὐτάγρετόν ἐστι δαήμεναι, ὅττι μενοινᾷς. ἀλλʼ ἐπεὶ οὖν τοι θυμὸς ἐπιθύει κιθαρίζειν, μέλπεο καὶ κιθάριζε καὶ ἀγλαίας ἀλέγυνε δέγμενος ἐξ ἐμέθεν· σὺ δέ μοι, φίλε, κῦδος ὄπαζε. εὐμόλπει μετὰ χερσὶν ἔχων λιγύφωνον ἑταίρην, καλὰ καὶ εὖ κατὰ κόσμον ἐπιστάμενος ἀγορεύειν. εὔκηλος μὲν ἔπειτα φέρειν ἐς δαῖτα θάλειαν καὶ χορὸν ἱμερόεντα καὶ ἐς φιλοκυδέα κῶμον εὐφροσύνην νυκτός τε καὶ ἤματος. ὅς τις ἂν αὐτὴν τέχνῃ καὶ σοφίῃ δεδαημένος ἐξερεείνῃ, φθεγγομένη παντοῖα νόῳ χαρίεντα διδάσκει ῥεῖα συνηθείῃσιν ἀθυρομένη μαλακῇσιν, ἐργασίην φεύγουσα δυήπαθον· ὃς δέ κεν αὐτὴν νῆις ἐὼν τὸ πρῶτον ἐπιζαφελῶς ἐρεείνῃ,