νῦν δʼ ἐπεὶ οὖν ὀλίγος περ ἐὼν κλυτὰ μήδεα οἶδας, ἷζε, πέπον, καὶ μῦθον ἐπαίνει πρεσβυτέροισι· νῦν γάρ τοι κλέος ἔσται ἐν ἀθανάτοισι θεοῖσι σοί τʼ αὐτῷ καὶ μητρί· τὸ δʼ ἀτρεκέως ἀγορεύσω· ναὶ μὰ τόδε κρανέινον ἀκόντιον, ἦ μὲν ἐγώ σε κυδρὸν ἐν ἀθανάτοισι καὶ ὄλβιον ἡγεμόνʼ εἵσω δώσω τʼ ἀγλαὰ δῶρα καὶ ἐς τέλος οὐκ ἀπατήσω. τὸν δʼ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισιν· εἰρωτᾷς μʼ, Ἐκάεργε, περιφραδές· αὐτὰρ ἐγώ σοι τέχνης ἡμετέρης ἐπιβήμεναι οὔ τι μεγαίρω. σήμερον εἰδήσεις· ἐθέλω δέ τοι ἤπιος εἶναι βουλῇ καὶ μύθοισι. σὺ δὲ φρεσὶ πάντʼ εὖ οἶδας· πρῶτος γάρ, Διὸς υἱέ, μετʼ ἀθανάτοισι θαάσσεις, ἠύς τε κρατερός τε· φιλεῖ δέ σε μητίετα Ζεὺς ἐκ πάσης ὁσίης, ἔπορεν δέ τοι ἀγλαὰ δῶρα. καὶ τιμάς σέ γέ φασι δαήμεναι ἐκ Διὸς ὀμφῆς