<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="440">ἦ σοί γʼ ἐκ γενετῆς τάδʼ ἅμʼ ἕσπετο θαυματὰ ἔργα </l><l n="441">ἠέ τις ἀθανάτων ἠὲ θνητῶν ἀνθρώπων </l><l n="442">δῶρον ἀγαυὸν ἔδωκε καὶ ἔφρασε θέσπιν ἀοιδήν; </l><l n="443">θαυμασίην γὰρ τήνδε νεήφατον ὄσσαν ἀκούω, </l><l n="444">ἣν οὐ πώ ποτέ φημι δαήμεναι οὔτε τινʼ ἀνδρῶν </l><l n="445">οὔτε τινʼ ἀθανάτων, οἳ Ὀλύμπια δώματʼ ἔχουσι, </l><l n="446">νόσφι σέθεν, φηλῆτα, Διὸς καὶ Μαιάδος υἱέ. <milestone unit="card" n="446" ed="P"/>
        </l><l n="447">τίς τέχνη, τίς μοῦσα ἀμηχανέων μελεδώνων, </l><l n="448">τίς τρίβος; ἀτρεκέως γὰρ ἅμα τρία πάντα πάρεστιν, </l><l n="449">εὐφροσύνην καὶ ἔρωτα καὶ ἥδυμον ὕπνον ἑλέσθαι. </l><l n="450">καὶ γὰρ ἐγὼ Μούσῃσιν Ὀλυμπιάδεσσιν ὀπηδός, </l><l n="451">τῇσι χοροί τε μέλουσι καὶ ἀγλαὸς οἶμος ἀοιδῆς </l><l n="452">καὶ μολπὴ τεθαλυῖα καὶ ἱμερόεις βρόμος αὐλῶν· </l><l n="453">ἀλλʼ οὔ πω τί μοι ὧδε μετὰ φρεσὶν ἄλλο μέλησεν, </l><l n="454">οἷα νέων θαλίῃς ἐνδέξια ἔργα πέλονται. </l><l n="455">θαυμάζω, Διὸς υἱέ, τάδʼ, ὡς ἐρατὸν κιθαρίζεις. </l></div></body></text></TEI>