<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="43">ὡς δʼ ὁπότʼ ὠκὺ νόημα διὰ στέρνοιο περήσῃ </l><l n="44">ἀνέρος, ὅν τε θαμειαὶ ἐπιστρωφῶσι μέριμναι, </l><l n="45">ἢ ὅτε δινηθῶσιν ἀπʼ ὀφθαλμῶν ἀμαρυγαί, </l><l n="46">ὣς ἅμʼ ἔπος τε καὶ ἔργον ἐμήδετο κύδιμος Ἑρμῆς. </l><l n="47">πῆξε δʼ ἄρʼ ἐν μέτροισι ταμὼν δόνακας καλάμοιο </l><l n="48">πειρήνας διὰ νῶτα διὰ ῥινοῖο χελώνης. </l><l n="49">ἀμφὶ δὲ δέρμα τάνυσσε βοὸς πραπίδεσσιν ἑῇσι </l><l n="50">καὶ πήχεις ἐνέθηκʼ, ἐπὶ δὲ ζυγὸν ἤραρεν ἀμφοῖν, </l><l n="51">ἑπτὰ δὲ θηλυτέρων ὀίων ἐτανύσσατο χορδάς. </l><l n="52">αὐτὰρ ἐπεὶ δὴ τεῦξε, φέρων, ἐρατεινὸν ἄθυρμα, </l><l n="53">πλήκτρῳ ἐπειρήτιζε κατὰ μέρος· ἣ δʼ ὑπὸ χειρὸς </l><l n="54">σμερδαλέον κονάβησε· θεὸς δʼ ὑπὸ καλὸν ἄειδεν </l><l n="55">ἐξ αὐτοσχεδίης πειρώμενος, ἠύτε κοῦροι </l><l n="56">ἡβηταὶ θαλίῃσι παραιβόλα κερτομέουσιν, </l><l n="57">ἀμφὶ Δία Κρονίδην καὶ Μαιάδα καλλιπέδιλον, </l><l n="58">ὡς πάρος ὠρίζεσκον ἑταιρείῃ φιλότητι, </l></div></body></text></TEI>