<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="424">στῆ ῥʼ ὅ γε θαρσήσας ἐπʼ ἀριστερὰ Μαιάδος υἱὸς </l><l n="425">Φοίβου Ἀπόλλωνος· τάχα δὲ λιγέως κιθαρίζων </l><l n="426">γηρύετʼ ἀμβολάδην — ἐρατὴ δέ οἱ ἕσπετο φωνή — κραίνων </l><l n="427">ἀθανάτους τε θεοὺς καὶ γαῖαν ἐρεμνήν, </l><l n="428">ὡς τὰ πρῶτα γένοντο καὶ ὡς λάχε μοῖραν ἕκαστος. </l><l n="429">Μνημοσύνην μὲν πρῶτα θεῶν ἐγέραιρεν ἀοιδῇ, </l><l n="430">μητέρα Μουσάων· ἣ γὰρ λάχε Μαιάδος υἱόν· </l><l n="431">τοὺς δὲ κατὰ πρέσβιν τε καὶ ὡς γεγάασιν ἕκαστος </l><l n="432">ἀθανάτους ἐγέραιρε θεοὺς Διὸς ἀγλαὸς υἱός, </l><l n="433">πάντʼ ἐνέπων κατὰ κόσμον, ἐπωλένιον κιθαρίζων. </l><l n="434">τὸν δʼ ἔρος ἐν στήθεσσιν ἀμήχανος αἴνυτο θυμόν, </l><l n="435">καὶ μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· </l><l n="436"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/> -->βουφόνε, μηχανιῶτα, πονεύμενε, δαιτὸς ἑταῖρε, </l><l n="437">πεντήκοντα βοῶν ἀντάξια ταῦτα μέμηλας. </l><l n="438">ἡσυχίως καὶ ἔπειτα διακρινέεσθαι ὀίω· </l><l n="439">νῦν δʼ ἄγε μοι τόδε εἰπέ, πολύτροπε Μαιάδος υἱέ, </l></div></body></text></TEI>