στῆ ῥʼ ὅ γε θαρσήσας ἐπʼ ἀριστερὰ Μαιάδος υἱὸς Φοίβου Ἀπόλλωνος· τάχα δὲ λιγέως κιθαρίζων γηρύετʼ ἀμβολάδην — ἐρατὴ δέ οἱ ἕσπετο φωνή — κραίνων ἀθανάτους τε θεοὺς καὶ γαῖαν ἐρεμνήν, ὡς τὰ πρῶτα γένοντο καὶ ὡς λάχε μοῖραν ἕκαστος. Μνημοσύνην μὲν πρῶτα θεῶν ἐγέραιρεν ἀοιδῇ, μητέρα Μουσάων· ἣ γὰρ λάχε Μαιάδος υἱόν· τοὺς δὲ κατὰ πρέσβιν τε καὶ ὡς γεγάασιν ἕκαστος ἀθανάτους ἐγέραιρε θεοὺς Διὸς ἀγλαὸς υἱός, πάντʼ ἐνέπων κατὰ κόσμον, ἐπωλένιον κιθαρίζων. τὸν δʼ ἔρος ἐν στήθεσσιν ἀμήχανος αἴνυτο θυμόν, καὶ μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· βουφόνε, μηχανιῶτα, πονεύμενε, δαιτὸς ἑταῖρε, πεντήκοντα βοῶν ἀντάξια ταῦτα μέμηλας. ἡσυχίως καὶ ἔπειτα διακρινέεσθαι ὀίω· νῦν δʼ ἄγε μοι τόδε εἰπέ, πολύτροπε Μαιάδος υἱέ,