ἔνθʼ ἀναπηρώσας γλυφάνῳ πολιοῖο σιδήρου αἰῶνʼ ἐξετόρησεν ὀρεσκῴοιο χελώνης. ὡς δʼ ὁπότʼ ὠκὺ νόημα διὰ στέρνοιο περήσῃ ἀνέρος, ὅν τε θαμειαὶ ἐπιστρωφῶσι μέριμναι, ἢ ὅτε δινηθῶσιν ἀπʼ ὀφθαλμῶν ἀμαρυγαί, ὣς ἅμʼ ἔπος τε καὶ ἔργον ἐμήδετο κύδιμος Ἑρμῆς. πῆξε δʼ ἄρʼ ἐν μέτροισι ταμὼν δόνακας καλάμοιο πειρήνας διὰ νῶτα διὰ ῥινοῖο χελώνης. ἀμφὶ δὲ δέρμα τάνυσσε βοὸς πραπίδεσσιν ἑῇσι καὶ πήχεις ἐνέθηκʼ, ἐπὶ δὲ ζυγὸν ἤραρεν ἀμφοῖν,