<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="409a">[<supplied reason="lost" source="Allen">ἐνδῆσαι μεμαὼς Ἑρμῆν κρατεραῖσι λύγοισι.</supplied> </l><l n="409b"><supplied reason="lost" source="Hymn to Dionysus, 13">τὸν δʼ οὐκ ἴσχανε δεσμά, λύγοι δʼ ἀπὸ τηλόσε πῖπτον</supplied>] </l><l n="410">ἄγνου· ταὶ δʼ ὑπὸ ποσσὶ κατὰ χθονὸς αἶψα φύοντο </l><l n="411">αὐτόθεν, ἐμβολάδην ἐστραμμέναι ἀλλήλῃσι, </l><l n="412">ῥεῖά τε καὶ πάσῃσιν ἐπʼ ἀγραύλοισι βόεσσιν, </l><l n="413">Ἑρμέω βουλῇσι κλεψίφρονος· αὐτὰρ Ἀπόλλων </l><l n="414">θαύμασεν ἀθρήσας. τότε δὴ κρατὺς Ἀργειφόντης </l><l n="415">χῶρον ὑποβλήδην ἐσκέψατο, πῦρ ἀμαρύσσων, </l><l n="416"><gap reason="lost"/>ἐγκρύψαι μεμαώς· Λητοῦς δʼ ἐρικυδέος υἱὸν </l><l n="417">ῥεῖα μάλʼ ἐπρήυνεν ἑκηβόλον, ὡς ἔθελʼ αὐτός, </l><l n="418">καὶ κρατερόν περ ἐόντα· λαβὼν δʼ ἐπʼ ἀριστερὰ χειρὸς </l><l n="419">πλήκτρῳ ἐπειρήτιζε κατὰ μέρος· ἣ δʼ ὑπὸ χειρὸς </l><l n="420">σμερδαλέον κονάβησε· γέλασσε δὲ Φοῖβος Ἀπόλλων </l><l n="421">γηθήσας, ἐρατὴ δὲ διὰ φρένας ἤλυθʼ ἰωὴ </l><l n="422">θεσπεσίης ἐνοπῆς καὶ μιν γλυκὺς ἵμερος ᾕρει </l><l n="423">θυμῷ ἀκουάζοντα· λύρῃ δʼ ἐρατὸν κιθαρίζων </l></div></body></text></TEI>