[ ἐνδῆσαι μεμαὼς Ἑρμῆν κρατεραῖσι λύγοισι. τὸν δʼ οὐκ ἴσχανε δεσμά, λύγοι δʼ ἀπὸ τηλόσε πῖπτον ] ἄγνου· ταὶ δʼ ὑπὸ ποσσὶ κατὰ χθονὸς αἶψα φύοντο αὐτόθεν, ἐμβολάδην ἐστραμμέναι ἀλλήλῃσι, ῥεῖά τε καὶ πάσῃσιν ἐπʼ ἀγραύλοισι βόεσσιν, Ἑρμέω βουλῇσι κλεψίφρονος· αὐτὰρ Ἀπόλλων θαύμασεν ἀθρήσας. τότε δὴ κρατὺς Ἀργειφόντης χῶρον ὑποβλήδην ἐσκέψατο, πῦρ ἀμαρύσσων, ἐγκρύψαι μεμαώς· Λητοῦς δʼ ἐρικυδέος υἱὸν ῥεῖα μάλʼ ἐπρήυνεν ἑκηβόλον, ὡς ἔθελʼ αὐτός, καὶ κρατερόν περ ἐόντα· λαβὼν δʼ ἐπʼ ἀριστερὰ χειρὸς πλήκτρῳ ἐπειρήτιζε κατὰ μέρος· ἣ δʼ ὑπὸ χειρὸς σμερδαλέον κονάβησε· γέλασσε δὲ Φοῖβος Ἀπόλλων γηθήσας, ἐρατὴ δὲ διὰ φρένας ἤλυθʼ ἰωὴ θεσπεσίης ἐνοπῆς καὶ μιν γλυκὺς ἵμερος ᾕρει θυμῷ ἀκουάζοντα· λύρῃ δʼ ἐρατὸν κιθαρίζων