<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="394">ὅππη δὴ αὖτʼ ἀπέκρυψε βοῶν ἴφθιμα κάρηνα. </l><l n="395">νεῦσεν δὲ Κρονίδης, ἐπεπείθετο δʼ ἀγλαὸς Ἑρμῆς· </l><l n="396">ῥηιδίως γὰρ ἔπειθε Διὸς νόος αἰγιόχοιο. </l><l n="397"><milestone unit="Para" ed="P"/>τὼ δʼ ἄμφω σπεύδοντε Διὸς περικαλλέα τέκνα </l><l n="398">ἐς Πύλον ἠμαθόεντα ἐπʼ Ἀλφειοῦ πόρον ἷξον· </l><l n="399">ἀγροὺς δʼ ἐξίκοντο καὶ αὔλιον ὑψιμέλαθρον, </l><l n="400">ἡχοῦ δὴ τὰ χρήματʼ ἀτάλλετο νυκτὸς ἐν ὥρῃ. </l><l n="401">ἔνθʼ Ἑρμῆς μὲν ἔπειτα κιὼν παρὰ λάινον ἄντρον </l><l n="402">ἐς φῶς ἐξήλαυνε βοῶν ἴφθιμα κάρηνα· </l><l n="403">Λητοΐδης δʼ ἀπάτερθεν ἰδὼν ἐνόησε βοείας </l><l n="404">πέτρῃ ἐπʼ ἠλιβάτῳ, τάχα δʼ εἴρετο κύδιμον Ἑρμῆν· </l><sp><l n="405"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/> -->πῶς ἐδύνω, δολομῆτα, δύω βόε δειροτομῆσαι, </l><l n="406">ὧδε νεογνὸς ἐὼν καὶ νήπιος; αὐτὸς ἐγώ γε </l><l n="407">θαυμαίνω κατόπισθε τὸ σὸν κράτος· οὐδέ τί σε χρὴ </l><l n="408">μακρὸν ἀέξεσθαι, Κυλλήνιε, Μαιάδος υἱέ.<!-- <milestone type="endquote"/> --></l></sp><milestone unit="card" n="409" ed="P"/><l n="409"><milestone unit="Para" ed="P"/>ὣς ἄρ ἔφη καὶ χερσὶ περίστρεφε καρτερὰ δεσμὰ </l></div></body></text></TEI>