ὅππη δὴ αὖτʼ ἀπέκρυψε βοῶν ἴφθιμα κάρηνα. νεῦσεν δὲ Κρονίδης, ἐπεπείθετο δʼ ἀγλαὸς Ἑρμῆς· ῥηιδίως γὰρ ἔπειθε Διὸς νόος αἰγιόχοιο. τὼ δʼ ἄμφω σπεύδοντε Διὸς περικαλλέα τέκνα ἐς Πύλον ἠμαθόεντα ἐπʼ Ἀλφειοῦ πόρον ἷξον· ἀγροὺς δʼ ἐξίκοντο καὶ αὔλιον ὑψιμέλαθρον, ἡχοῦ δὴ τὰ χρήματʼ ἀτάλλετο νυκτὸς ἐν ὥρῃ. ἔνθʼ Ἑρμῆς μὲν ἔπειτα κιὼν παρὰ λάινον ἄντρον ἐς φῶς ἐξήλαυνε βοῶν ἴφθιμα κάρηνα· Λητοΐδης δʼ ἀπάτερθεν ἰδὼν ἐνόησε βοείας πέτρῃ ἐπʼ ἠλιβάτῳ, τάχα δʼ εἴρετο κύδιμον Ἑρμῆν· πῶς ἐδύνω, δολομῆτα, δύω βόε δειροτομῆσαι, ὧδε νεογνὸς ἐὼν καὶ νήπιος; αὐτὸς ἐγώ γε θαυμαίνω κατόπισθε τὸ σὸν κράτος· οὐδέ τί σε χρὴ μακρὸν ἀέξεσθαι, Κυλλήνιε, Μαιάδος υἱέ. ὣς ἄρ ἔφη καὶ χερσὶ περίστρεφε καρτερὰ δεσμὰ