εὖ καὶ ἐπισταμένως ἀρνεύμενον ἀμφὶ βόεσσιν. ἀμφοτέρους δʼ ἐκέλευσεν ὁμόφρονα θυμὸν ἔχοντας ζητεύειν, Ἑρμῆν δὲ διάκτορον ἡγεμονεύειν καὶ δεῖξαι τὸν χῶρον ἐπʼ ἀβλαβίῃσι νόοιο, ὅππη δὴ αὖτʼ ἀπέκρυψε βοῶν ἴφθιμα κάρηνα. νεῦσεν δὲ Κρονίδης, ἐπεπείθετο δʼ ἀγλαὸς Ἑρμῆς· ῥηιδίως γὰρ ἔπειθε Διὸς νόος αἰγιόχοιο. τὼ δʼ ἄμφω σπεύδοντε Διὸς περικαλλέα τέκνα ἐς Πύλον ἠμαθόεντα ἐπʼ Ἀλφειοῦ πόρον ἷξον· ἀγροὺς δʼ ἐξίκοντο καὶ αὔλιον ὑψιμέλαθρον, ἡχοῦ δὴ τὰ χρήματʼ ἀτάλλετο νυκτὸς ἐν ὥρῃ. ἔνθʼ Ἑρμῆς μὲν ἔπειτα κιὼν παρὰ λάινον ἄντρον ἐς φῶς ἐξήλαυνε βοῶν ἴφθιμα κάρηνα· Λητοΐδης δʼ ἀπάτερθεν ἰδὼν ἐνόησε βοείας πέτρῃ ἐπʼ ἠλιβάτῳ, τάχα δʼ εἴρετο κύδιμον Ἑρμῆν· πῶς ἐδύνω, δολομῆτα, δύω βόε δειροτομῆσαι, ὧδε νεογνὸς ἐὼν καὶ νήπιος; αὐτὸς ἐγώ γε θαυμαίνω κατόπισθε τὸ σὸν κράτος· οὐδέ τί σε χρὴ μακρὸν ἀέξεσθαι, Κυλλήνιε, Μαιάδος υἱέ. ὣς ἄρ ἔφη καὶ χερσὶ περίστρεφε καρτερὰ δεσμὰ [ ἐνδῆσαι μεμαὼς Ἑρμῆν κρατεραῖσι λύγοισι. τὸν δʼ οὐκ ἴσχανε δεσμά, λύγοι δʼ ἀπὸ τηλόσε πῖπτον ] ἄγνου· ταὶ δʼ ὑπὸ ποσσὶ κατὰ χθονὸς αἶψα φύοντο αὐτόθεν, ἐμβολάδην ἐστραμμέναι ἀλλήλῃσι, ῥεῖά τε καὶ πάσῃσιν ἐπʼ ἀγραύλοισι βόεσσιν, Ἑρμέω βουλῇσι κλεψίφρονος· αὐτὰρ Ἀπόλλων θαύμασεν ἀθρήσας. τότε δὴ κρατὺς Ἀργειφόντης χῶρον ὑποβλήδην ἐσκέψατο, πῦρ ἀμαρύσσων, ἐγκρύψαι μεμαώς· Λητοῦς δʼ ἐρικυδέος υἱὸν ῥεῖα μάλʼ ἐπρήυνεν ἑκηβόλον, ὡς ἔθελʼ αὐτός,