<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><sp><l n="378">πείθεο· καὶ γὰρ ἐμεῖο πατὴρ φίλος εὔχεαι εἶναι, </l><l n="379">ὡς οὐκ οἴκαδʼ ἔλασσα βόας, ὣς ὄλβιος εἴην, </l><l n="380">οὐδʼ ὑπὲρ οὐδὸν ἔβην· τὸ δέ τʼ ἀτρεκέως ἀγορεύω. </l><l n="381">Ἠέλιον δὲ μάλʼ αἰδέομαι καὶ δαίμονας ἄλλους, </l><l n="382">καὶ σε φιλῶ καὶ τοῦτον ὀπίζομαι· οἶσθα καὶ αὐτός, </l><l n="383">ὡς οὐκ αἴτιός εἰμι· μέγαν δʼ ἐπιδώσομαι ὅρκον· </l><l n="384">οὐ μὰ τάδʼ ἀθανάτων εὐκόσμητα προθύραια. </l><l n="385">καί που ἐγὼ τούτῳ τίσω ποτὲ νηλέα φώρην, </l><l n="386">καὶ κρατερῷ περ ἐόντι· σὺ δʼ ὁπλοτέροισιν ἄρηγε.<!-- <milestone type="endquote"/> --></l></sp><milestone unit="card" n="387" ed="P"/><l n="387"><milestone unit="Para" ed="P"/>ὣς φάτʼ ἐπιλλίζων Κυλλήνιος Ἀργειφόντης· </l><l n="388">καὶ τὸ σπάργανον εἶχεν ἐπʼ ὠλένῃ οὐδʼ ἀπέβαλλε. </l><l n="389">Ζεὺς δὲ μέγʼ ἐξεγέλασσεν ἰδὼν κακομηδέα παῖδα </l><l n="390">εὖ καὶ ἐπισταμένως ἀρνεύμενον ἀμφὶ βόεσσιν. </l><l n="391">ἀμφοτέρους δʼ ἐκέλευσεν ὁμόφρονα θυμὸν ἔχοντας </l><l n="392">ζητεύειν, Ἑρμῆν δὲ διάκτορον ἡγεμονεύειν </l><l n="393">καὶ δεῖξαι τὸν χῶρον ἐπʼ ἀβλαβίῃσι νόοιο, </l></div></body></text></TEI>