αἰετὸς ὀξὺ λάων ἐσκέψατο· πολλὰ δὲ χερσὶν αὐγὰς ὠμόργαζε δολοφροσύνην ἀλεγύνων. αὐτὸς δʼ αὐτίκα μῦθον ἀπηλεγέως ἀγόρευεν· οὐκ ἴδον, οὐ πυθόμην, οὐκ ἄλλου μῦθον ἄκουσα οὐδέ κε μηνύσαιμʼ, οὐδʼ ἄν μήνυτρον ἀροίμην. Ἠ τοι ἄρʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο Φοῖβος Ἀπόλλων· Ερμῆς δʼ αὖθʼ ἑτέρωθεν ἀμειβόμενος ἔπος ηὔδα, δείξατο δʼ ἐς Κρονίωνα, θεῶν σημάντορα πάντων· ζεῦ πάτερ, ἦ τοι ἐγώ σοι ἀληθείην καταλέξω· νημερτής τε γάρ εἰμι καὶ οὐκ οἶδα ψεύδεσθαι. ἦλθεν ἐς ἡμετέρου διζήμενος εἰλίποδας βοῦς σήμερον ἠελίοιο νέον ἐπιτελλομένοιο· οὐδὲ θεῶν μακάρων ἄγε μάρτυρας οὐδὲ κατόπτας, μηνύειν δʼ ἐκέλευεν ἀναγκαίης ὑπὸ πολλῆς, πολλὰ δέ μʼ ἠπείλησε βαλεῖν ἐς Τάρταρον εὐρύν, οὕνεχʼ ὃ μὲν τέρεν ἄνθος ἔχει φιλοκυδέος ἥβης, αὐτὰρ ἐγὼ χθιζὸς γενόμην, τὰ δέ τʼ οἶδε καὶ αὐτός, οὔτι βοῶν ἐλατῆρι, κραταιῷ φωτί, ἐοικώς. πείθεο· καὶ γὰρ ἐμεῖο πατὴρ φίλος εὔχεαι εἶναι, ὡς οὐκ οἴκαδʼ ἔλασσα βόας, ὣς ὄλβιος εἴην, οὐδʼ ὑπὲρ οὐδὸν ἔβην· τὸ δέ τʼ ἀτρεκέως ἀγορεύω. Ἠέλιον δὲ μάλʼ αἰδέομαι καὶ δαίμονας ἄλλους, καὶ σε φιλῶ καὶ τοῦτον ὀπίζομαι· οἶσθα καὶ αὐτός, ὡς οὐκ αἴτιός εἰμι· μέγαν δʼ ἐπιδώσομαι ὅρκον· οὐ μὰ τάδʼ ἀθανάτων εὐκόσμητα προθύραια. καί που ἐγὼ τούτῳ τίσω ποτὲ νηλέα φώρην, καὶ κρατερῷ περ ἐόντι· σὺ δʼ ὁπλοτέροισιν ἄρηγε. ὣς φάτʼ ἐπιλλίζων Κυλλήνιος Ἀργειφόντης· καὶ τὸ σπάργανον εἶχεν ἐπʼ ὠλένῃ οὐδʼ ἀπέβαλλε. Ζεὺς δὲ μέγʼ ἐξεγέλασσεν ἰδὼν κακομηδέα παῖδα