<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="346">αὐτὸς δʼ ἐκτὸς ὁδοῦ, τις ἀμήχανος, οὔτʼ ἄρα ποσσὶν </l><l n="347">οὔτʼ ἄρα χερσὶν ἔβαινε διὰ ψαμαθώδεα χῶρον· </l><l n="348">ἀλλʼ ἄλλην τινὰ μῆτιν ἔχων διέτριβε κέλευθα </l><l n="349">τοῖα πέλωρʼ ὡς εἴ τις ἀραιῇσι δρυσὶ βαίνοι. </l><l n="350">ὄφρα μὲν οὖν ἐδίωκε διὰ ψαμαθώδεα χῶρον, </l><l n="351">ῥεῖα μάλʼ ἴχνια πάντα διέπρεπεν ἐν κονίῃσιν· </l><l n="352">αὐτὰρ ἐπεὶ ψαμάθοιο μέγαν στίβον ἐξεπέρησεν, </l><l n="353">ἄφραστος γένετʼ ὦκα βοῶν στίβος ἠδὲ καὶ αὐτοῦ </l><l n="354">χῶρον ἀνὰ κρατερόν· τὸν δʼ ἐφράσατο βροτὸς ἀνὴρ </l><l n="355">ἐς Πύλον εὐθὺς ἐλῶντα βοῶν γένος εὐρυμετώπων. </l><l n="356">αὐτὰρ ἐπεὶ δὴ τὰς μὲν ἐν ἡσυχίῃ κατέερξε </l><l n="357">καὶ διαπυρπαλάμησεν ὁδοῦ τὸ μὲν ἔνθα, τὸ δʼ ἔνθα, </l><l n="358">ἐν λίκνῳ κατέκειτο μελαίνῃ νυκτὶ ἐοικώς, </l><l n="359">ἄντρῳ ἐν ἠερόεντι κατὰ ζόφον· οὐδέ κεν αὐτὸν </l><l n="360">αἰετὸς ὀξὺ λάων ἐσκέψατο· πολλὰ δὲ χερσὶν </l><l n="361">αὐγὰς ὠμόργαζε δολοφροσύνην ἀλεγύνων. </l></div></body></text></TEI>