αὐτὸς δʼ ἐκτὸς ὁδοῦ, τις ἀμήχανος, οὔτʼ ἄρα ποσσὶν οὔτʼ ἄρα χερσὶν ἔβαινε διὰ ψαμαθώδεα χῶρον· ἀλλʼ ἄλλην τινὰ μῆτιν ἔχων διέτριβε κέλευθα τοῖα πέλωρʼ ὡς εἴ τις ἀραιῇσι δρυσὶ βαίνοι. ὄφρα μὲν οὖν ἐδίωκε διὰ ψαμαθώδεα χῶρον, ῥεῖα μάλʼ ἴχνια πάντα διέπρεπεν ἐν κονίῃσιν· αὐτὰρ ἐπεὶ ψαμάθοιο μέγαν στίβον ἐξεπέρησεν, ἄφραστος γένετʼ ὦκα βοῶν στίβος ἠδὲ καὶ αὐτοῦ χῶρον ἀνὰ κρατερόν· τὸν δʼ ἐφράσατο βροτὸς ἀνὴρ ἐς Πύλον εὐθὺς ἐλῶντα βοῶν γένος εὐρυμετώπων. αὐτὰρ ἐπεὶ δὴ τὰς μὲν ἐν ἡσυχίῃ κατέερξε καὶ διαπυρπαλάμησεν ὁδοῦ τὸ μὲν ἔνθα, τὸ δʼ ἔνθα, ἐν λίκνῳ κατέκειτο μελαίνῃ νυκτὶ ἐοικώς, ἄντρῳ ἐν ἠερόεντι κατὰ ζόφον· οὐδέ κεν αὐτὸν αἰετὸς ὀξὺ λάων ἐσκέψατο· πολλὰ δὲ χερσὶν αὐγὰς ὠμόργαζε δολοφροσύνην ἀλεγύνων.