<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="330"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/> -->φοῖβε, πόθεν ταύτην μενοεικέα ληίδʼ ἐλαύνεις, </l><l n="331">παῖδα νέον γεγαῶτα, φυὴν κήρυκος ἔχοντα; </l><l n="332">σπουδαῖον τόδε χρῆμα θεῶν μεθʼ ὁμήγυριν ἦλθε.<!-- <milestone type="endquote"/> --> </l><l n="333"><milestone unit="Para" ed="P"/>τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων· </l><l n="334"><!-- <milestone type="startquote"/> -->ὦ πάτερ, ἦ τάχα μῦθον ἀκούσεαι οὐκ ἀλαπαδνόν, </l><l n="335">κερτομέων ὡς οἶος ἐγὼ φιλολήιός εἰμι. </l><l n="336">παῖδά τινʼ εὗρον τόνδε διαπρύσιον κεραϊστὴν </l><l n="337">Κυλλήνης ἐν ὄρεσσι, πολὺν διὰ χῶρον ἀνύσσας, </l><l n="338">κέρτομον, οἷον ἐγώ γε θεῶν οὐκ ἄλλον ὄπωπα </l><l n="339">οὐδʼ ἀνδρῶν, ὁπόσοι λησίμβροτοί εἰσʼ ἐπὶ γαίῃ. </l><l n="340">κλέψας δʼ ἐκ λειμῶνος ἐμὰς βοῦς ὤχετʼ ἐλαύνων </l><l n="341">ἑσπέριος παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης, </l><l n="342">εὐθὺ Πύλονδʼ ἐλάων· τὰ δʼ ἄρʼ ἴχνια δοιὰ πέλωρα, </l><l n="343">οἷά τʼ ἀγάσσασθαι, καὶ ἀγαυοῦ δαίμονος ἔργα. <milestone unit="card" n="344" ed="P"/>
        </l><l n="344">τῇσιν μὲν γὰρ βουσὶν ἐς ἀσφοδελὸν λειμῶνα </l><l n="345">ἀντία βήματʼ ἔχουσα κόνις ἀνέφαινε μέλαινα· </l><l n="346">αὐτὸς δʼ ἐκτὸς ὁδοῦ, τις ἀμήχανος, οὔτʼ ἄρα ποσσὶν </l><l n="347">οὔτʼ ἄρα χερσὶν ἔβαινε διὰ ψαμαθώδεα χῶρον· </l><l n="348">ἀλλʼ ἄλλην τινὰ μῆτιν ἔχων διέτριβε κέλευθα </l><l n="349">τοῖα πέλωρʼ ὡς εἴ τις ἀραιῇσι δρυσὶ βαίνοι. </l><l n="350">ὄφρα μὲν οὖν ἐδίωκε διὰ ψαμαθώδεα χῶρον, </l><l n="351">ῥεῖα μάλʼ ἴχνια πάντα διέπρεπεν ἐν κονίῃσιν· </l><l n="352">αὐτὰρ ἐπεὶ ψαμάθοιο μέγαν στίβον ἐξεπέρησεν, </l><l n="353">ἄφραστος γένετʼ ὦκα βοῶν στίβος ἠδὲ καὶ αὐτοῦ </l><l n="354">χῶρον ἀνὰ κρατερόν· τὸν δʼ ἐφράσατο βροτὸς ἀνὴρ </l><l n="355">ἐς Πύλον εὐθὺς ἐλῶντα βοῶν γένος εὐρυμετώπων. </l><l n="356">αὐτὰρ ἐπεὶ δὴ τὰς μὲν ἐν ἡσυχίῃ κατέερξε </l><l n="357">καὶ διαπυρπαλάμησεν ὁδοῦ τὸ μὲν ἔνθα, τὸ δʼ ἔνθα, </l><l n="358">ἐν λίκνῳ κατέκειτο μελαίνῃ νυκτὶ ἐοικώς, </l><l n="359">ἄντρῳ ἐν ἠερόεντι κατὰ ζόφον· οὐδέ κεν αὐτὸν </l></div></body></text></TEI>