φοῖβε, πόθεν ταύτην μενοεικέα ληίδʼ ἐλαύνεις, παῖδα νέον γεγαῶτα, φυὴν κήρυκος ἔχοντα; σπουδαῖον τόδε χρῆμα θεῶν μεθʼ ὁμήγυριν ἦλθε. τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων· ὦ πάτερ, ἦ τάχα μῦθον ἀκούσεαι οὐκ ἀλαπαδνόν, κερτομέων ὡς οἶος ἐγὼ φιλολήιός εἰμι. παῖδά τινʼ εὗρον τόνδε διαπρύσιον κεραϊστὴν Κυλλήνης ἐν ὄρεσσι, πολὺν διὰ χῶρον ἀνύσσας, κέρτομον, οἷον ἐγώ γε θεῶν οὐκ ἄλλον ὄπωπα οὐδʼ ἀνδρῶν, ὁπόσοι λησίμβροτοί εἰσʼ ἐπὶ γαίῃ. κλέψας δʼ ἐκ λειμῶνος ἐμὰς βοῦς ὤχετʼ ἐλαύνων ἑσπέριος παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης, εὐθὺ Πύλονδʼ ἐλάων· τὰ δʼ ἄρʼ ἴχνια δοιὰ πέλωρα, οἷά τʼ ἀγάσσασθαι, καὶ ἀγαυοῦ δαίμονος ἔργα. τῇσιν μὲν γὰρ βουσὶν ἐς ἀσφοδελὸν λειμῶνα ἀντία βήματʼ ἔχουσα κόνις ἀνέφαινε μέλαινα· αὐτὸς δʼ ἐκτὸς ὁδοῦ, τις ἀμήχανος, οὔτʼ ἄρα ποσσὶν οὔτʼ ἄρα χερσὶν ἔβαινε διὰ ψαμαθώδεα χῶρον· ἀλλʼ ἄλλην τινὰ μῆτιν ἔχων διέτριβε κέλευθα τοῖα πέλωρʼ ὡς εἴ τις ἀραιῇσι δρυσὶ βαίνοι. ὄφρα μὲν οὖν ἐδίωκε διὰ ψαμαθώδεα χῶρον, ῥεῖα μάλʼ ἴχνια πάντα διέπρεπεν ἐν κονίῃσιν· αὐτὰρ ἐπεὶ ψαμάθοιο μέγαν στίβον ἐξεπέρησεν, ἄφραστος γένετʼ ὦκα βοῶν στίβος ἠδὲ καὶ αὐτοῦ χῶρον ἀνὰ κρατερόν· τὸν δʼ ἐφράσατο βροτὸς ἀνὴρ ἐς Πύλον εὐθὺς ἐλῶντα βοῶν γένος εὐρυμετώπων. αὐτὰρ ἐπεὶ δὴ τὰς μὲν ἐν ἡσυχίῃ κατέερξε καὶ διαπυρπαλάμησεν ὁδοῦ τὸ μὲν ἔνθα, τὸ δʼ ἔνθα, ἐν λίκνῳ κατέκειτο μελαίνῃ νυκτὶ ἐοικώς, ἄντρῳ ἐν ἠερόεντι κατὰ ζόφον· οὐδέ κεν αὐτὸν