<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="330"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/> -->φοῖβε, πόθεν ταύτην μενοεικέα ληίδʼ ἐλαύνεις, </l><l n="331">παῖδα νέον γεγαῶτα, φυὴν κήρυκος ἔχοντα; </l><l n="332">σπουδαῖον τόδε χρῆμα θεῶν μεθʼ ὁμήγυριν ἦλθε.<!-- <milestone type="endquote"/> --> </l><l n="333"><milestone unit="Para" ed="P"/>τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων· </l><l n="334"><!-- <milestone type="startquote"/> -->ὦ πάτερ, ἦ τάχα μῦθον ἀκούσεαι οὐκ ἀλαπαδνόν, </l><l n="335">κερτομέων ὡς οἶος ἐγὼ φιλολήιός εἰμι. </l><l n="336">παῖδά τινʼ εὗρον τόνδε διαπρύσιον κεραϊστὴν </l><l n="337">Κυλλήνης ἐν ὄρεσσι, πολὺν διὰ χῶρον ἀνύσσας, </l><l n="338">κέρτομον, οἷον ἐγώ γε θεῶν οὐκ ἄλλον ὄπωπα </l><l n="339">οὐδʼ ἀνδρῶν, ὁπόσοι λησίμβροτοί εἰσʼ ἐπὶ γαίῃ. </l><l n="340">κλέψας δʼ ἐκ λειμῶνος ἐμὰς βοῦς ὤχετʼ ἐλαύνων </l><l n="341">ἑσπέριος παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης, </l><l n="342">εὐθὺ Πύλονδʼ ἐλάων· τὰ δʼ ἄρʼ ἴχνια δοιὰ πέλωρα, </l><l n="343">οἷά τʼ ἀγάσσασθαι, καὶ ἀγαυοῦ δαίμονος ἔργα. <milestone unit="card" n="344" ed="P"/>
        </l><l n="344">τῇσιν μὲν γὰρ βουσὶν ἐς ἀσφοδελὸν λειμῶνα </l><l n="345">ἀντία βήματʼ ἔχουσα κόνις ἀνέφαινε μέλαινα· </l></div></body></text></TEI>