φοῖβε, πόθεν ταύτην μενοεικέα ληίδʼ ἐλαύνεις, παῖδα νέον γεγαῶτα, φυὴν κήρυκος ἔχοντα; σπουδαῖον τόδε χρῆμα θεῶν μεθʼ ὁμήγυριν ἦλθε. τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων· ὦ πάτερ, ἦ τάχα μῦθον ἀκούσεαι οὐκ ἀλαπαδνόν, κερτομέων ὡς οἶος ἐγὼ φιλολήιός εἰμι. παῖδά τινʼ εὗρον τόνδε διαπρύσιον κεραϊστὴν Κυλλήνης ἐν ὄρεσσι, πολὺν διὰ χῶρον ἀνύσσας, κέρτομον, οἷον ἐγώ γε θεῶν οὐκ ἄλλον ὄπωπα οὐδʼ ἀνδρῶν, ὁπόσοι λησίμβροτοί εἰσʼ ἐπὶ γαίῃ. κλέψας δʼ ἐκ λειμῶνος ἐμὰς βοῦς ὤχετʼ ἐλαύνων ἑσπέριος παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης, εὐθὺ Πύλονδʼ ἐλάων· τὰ δʼ ἄρʼ ἴχνια δοιὰ πέλωρα, οἷά τʼ ἀγάσσασθαι, καὶ ἀγαυοῦ δαίμονος ἔργα. τῇσιν μὲν γὰρ βουσὶν ἐς ἀσφοδελὸν λειμῶνα ἀντία βήματʼ ἔχουσα κόνις ἀνέφαινε μέλαινα·