<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="314">Ἑρμῆς τʼ οἰοπόλος καὶ Λητοῦς ἀγλαὸς υἱός, </l><l n="315">ἀμφὶς θυμὸν ἔχοντες. ὃ μὲν νημερτέα φωνὴν </l><l n="316"><gap reason="lost"/>οὐκ ἀδίκως ἐπὶ βουσὶν ἐλάζυτο κύδιμον Ἑρμῆν, </l><l n="317">αὐτὰρ ὃ τέχνῃσίν τε καὶ αἱμυλίοισι λόγοισιν </l><l n="318">ἤθελεν ἐξαπατᾶν Κυλλήνιος Ἀργυρότοξον. </l><l n="319">αὐτὰρ ἐπεὶ πολύμητις ἐὼν πολυμήχανον εὗρεν, </l><l n="320">ἐσσυμένως δὴ ἔπειτα διὰ ψαμάθοιο βάδιζε </l><l n="321">πρόσθεν, ἀτὰρ κατόπισθε Διὸς καὶ Λητοῦς υἱός. </l><l n="322">αἶψα δὲ τέρθρον ἵκοντο θυώδεος Οὐλύμποιο </l><l n="323">ἐς πατέρα Κρονίωνα Διὸς περικαλλέα τέκνα· </l><l n="324">κεῖθι γὰρ ἀμφοτέροισι δίκης κατέκειτο τάλαντα. </l><l n="325">οὐμιλίη δʼ ἔχʼ Ὄλυμπον ἀγάννιφον, ἀθάνατοι δὲ </l><l n="326">ἄφθιτοι ἠγερέθοντο μετὰ χρυσόθρονον Ἠῶ. </l><l n="327"><milestone unit="Para" ed="P"/>ἔστησαν δʼ Ἑρμῆς τε καὶ ἀργυρότοξος Ἀπόλλων </l><l n="328">πρόσθε Διὸς γούνων· ὃ δʼ ἀνείρετο φαίδιμον υἱὸν </l><l n="329">Ζεὺς ὑψιβρεμέτης καί μιν πρὸς μῦθον ἔειπε· </l></div></body></text></TEI>